[ ] Att. — non-stoich. — 345/4
1 κατάδε ἐμίσθωσαν Αἰξωνεῖς τὴν Φελλεῖδα
Αὐτοκλεῖ Αὐτέου καὶ Αὐτέαι Αὐτοκλέους τετ-
ταράκοντα ἔτη, ἑκατὸν πεντήκοντα δυοῖν δρ-
αχμῶν ἕκαστον τὸν ἐνιαυτόν. ἐφ’ ὧιτε καὶ φυτε-
5 ύοντα<ς> καὶ ἄλλον τρόπον ὃν ἂν βούλωνται· τὴν δ-
ὲ μίσθωσιν ἀποδιδόναι τοῦ Ἑκατομβαιῶνος μη-
νός, ἐὰν δὲ μὴ ἀποδιδῶσιν εἶναι ἐνεχυρασίαν Αἰ-
ξωνεῦσιν καὶ ἐκ τῶν ὡραίων τῶν ἐκ τοῦ χωρίου καὶ
ἐκ τῶν ἄλλων ἁπάντων τοῦ μὴ ἀποδιδόντος. μὴ ἐ-
10 ξεῖναι δὲ Αἰξωνεῦσιν μήτε ἀποδόσθαι μήτε μισ-
θῶσαι μηδενὶ ἄλλωι, ἕως ἂν τὰ τετταράκοντα ἔτ-
η ἐξέλθει. ἐὰν δὲ πολέμιοι ἐξείργωσι ἢ διαφθείρ-
ωσί τι, εἶναι Αἰξωνεῦσιν τῶν γενομένων ἐν τῶι χ-
ωρίωι τὰ ἡμίσεα. ἐπειδὰν δὲ τὰ τετταράκοντα ἔτη
15 ἐξέλθει, παραδ̣οῦναι τοὺς μεμισθωμένους τὴν ἡμ-
ίσεαν τῆς γῆς χερρὸν καὶ τὰ δένδρα ὅσ’ ἂν εἶ ἐν τῶι χ-
ωρίωι, ἀμπελουργὸν δ’ ἐπάγειν Αἰξωνέας τοῖς ἔτεσ-
ι τοῖς τελευταίοις πέντε. χρόνος ἄρχει τῆς μισθώ
τοῦ Δημητρίου καρποῦ Εὔβουλος ἄρχων, τοῦ δὲ ξυλίν-
20 ου ὁ μετ’ Εὔβουλον· τὴν δὲ μίσθωσιν ἀναγράψαντας ε-
ἰστήλας λιθίνας τοὺς ταμίας τοὺς ἐπὶ Δημοσθένου-
ς δημάρχου {ς} στῆσαι τὴν μὲν ἐν τῶι ἱερῶι τῆς Ἥβης ἔν-
δον, τὴν δ’ ἐν τεῖ λέσχει, καὶ ὅρους ἐπὶ τῶι χωρίωι μὴ ἔ-
λαττον ἢ τρίποδας ἐκατέρωθεν δύο. καὶ ἐάν τις εἰσ-
25 φορὰ ὑπὲρ τοῦ χωρίου γίγνηται εἰς τὴν πόλιν, Αἰξωνέ-
ας εἰσφέρειν, ἐὰν δὲ οἱ μισθωταὶ εἰσενέγκωσι, ὑπολο-
γίζεσθαι εἰς τὴν μίσθωσιν. τὴν δὲ γῆν τὴν ἐκ τῆς γεω-
ρυχίας μὴ ἐξεῖναι ἐξάγειν μηδε<ν>ὶ ἀλλ’ ἢ εἰς αὐτὸ τὸ χ-
ωρίον. ἐὰν δέ τις εἴπει ἢ ἐπιψηφίσει παρὰ τάσδε τὰς σ-
30 υνθήκας, πρὶν τὰ ἔτη ἐξελθεῖν τὰ τετταράκοντα, εἶν-
αι ὑπόδικον τοῖς μισθωταῖς τῆς βλάβης. vv Ἐτεοκλῆς
Σκάωνος Αἰξωνεὺς εἶπεν· ἐπειδὴ οἱ μισθωταὶ τῆς Φελ-
λεῖδος Αὐτοκλῆς καὶ Αὐτέας συνχωροῦσιν ὥστε ἐκκό-
ψαι τὰς ἐλάας Αἰξωνεῦσιν, ἑλέσθαι ἄνδρας οἵτινες
35 μετὰ τοῦ δημάρχο καὶ τῶν ταμιῶν καὶ το͂ μισθωτο͂ ἀπ-
οδώσονται τὰς ἐλάας τῶι τὸ πλεῖστον διδόντι, τοῦ δὲ
εὑρόντος ἀργυρίου λογισάμενοι ἐπὶ δραχμεῖ τὸν τό-
κον τὸν ἥμυσυν ἀφελεῖν ἀπὸ τῆς μισθώσεως καὶ ἐνγ-
ράψαι ἐν ταῖς στήλαις τοσούτωι ἐλάττω τὴν μίσθωσιν·
40 τοῦ δὲ ἀργυρίο τῆς τιμῆς τῶν ἐλαῶν λαμβάνειν Αἰξων-
έας τὸν τόκον· τὸν δὲ πριάμενον τὰς ἐλάας ἐκκόψαι ἐ-
πειδὰν Ἀνθίας τὸν καρπὸν κομίσηται τὸν μετ’ Ἀρχία-
ν ἄρχοντα πρὸ το͂ ἀρότο. καὶ μύκητας καταλιπεῖν μὴ
ἔλαττον ἢ <π>αλα<σ>τιαίους ἐν τοῖς περιχυτρίσμασιν, ὅ-
45 πως ἂν αἱ ἐλᾶαι ὡς κάλλισται καὶ μέγισται γένωνται
ἐν τούτοις τοῖς ἔτεσι. οἵδε ἡιρέθησαν ἀποδόσθαι τὰ-
ς ἐλάας· Ἐτεοκλῆς, Ναύσων, Ἁγνόθεος.   vac.
Search Help
Contact Us