[ ]
Att. — non-stoich. — 345/4
1 | κατάδε ἐμίσθωσαν Αἰξωνεῖς τὴν Φελλεῖδα |
Αὐτοκλεῖ Αὐτέου καὶ Αὐτέαι Αὐτοκλέους τετ- | |
ταράκοντα ἔτη, ἑκατὸν πεντήκοντα δυοῖν δρ- | |
αχμῶν ἕκαστον τὸν ἐνιαυτόν. ἐφ’ ὧιτε καὶ φυτε- | |
5 | ύοντα<ς> καὶ ἄλλον τρόπον ὃν ἂν βούλωνται· τὴν δ- |
ὲ μίσθωσιν ἀποδιδόναι τοῦ Ἑκατομβαιῶνος μη- | |
νός, ἐὰν δὲ μὴ ἀποδιδῶσιν εἶναι ἐνεχυρασίαν Αἰ- | |
ξωνεῦσιν καὶ ἐκ τῶν ὡραίων τῶν ἐκ τοῦ χωρίου καὶ | |
ἐκ τῶν ἄλλων ἁπάντων τοῦ μὴ ἀποδιδόντος. μὴ ἐ- | |
10 | ξεῖναι δὲ Αἰξωνεῦσιν μήτε ἀποδόσθαι μήτε μισ- |
θῶσαι μηδενὶ ἄλλωι, ἕως ἂν τὰ τετταράκοντα ἔτ- | |
η ἐξέλθει. ἐὰν δὲ πολέμιοι ἐξείργωσι ἢ διαφθείρ- | |
ωσί τι, εἶναι Αἰξωνεῦσιν τῶν γενομένων ἐν τῶι χ- | |
ωρίωι τὰ ἡμίσεα. ἐπειδὰν δὲ τὰ τετταράκοντα ἔτη | |
15 | ἐξέλθει, παραδ̣οῦναι τοὺς μεμισθωμένους τὴν ἡμ- |
ίσεαν τῆς γῆς χερρὸν καὶ τὰ δένδρα ὅσ’ ἂν εἶ ἐν τῶι χ- | |
ωρίωι, ἀμπελουργὸν δ’ ἐπάγειν Αἰξωνέας τοῖς ἔτεσ- | |
ι τοῖς τελευταίοις πέντε. χρόνος ἄρχει τῆς μισθώ | |
τοῦ Δημητρίου καρποῦ Εὔβουλος ἄρχων, τοῦ δὲ ξυλίν- | |
20 | ου ὁ μετ’ Εὔβουλον· τὴν δὲ μίσθωσιν ἀναγράψαντας ε- |
ἰστήλας λιθίνας τοὺς ταμίας τοὺς ἐπὶ Δημοσθένου- | |
ς δημάρχου {ς} στῆσαι τὴν μὲν ἐν τῶι ἱερῶι τῆς Ἥβης ἔν- | |
δον, τὴν δ’ ἐν τεῖ λέσχει, καὶ ὅρους ἐπὶ τῶι χωρίωι μὴ ἔ- | |
λαττον ἢ τρίποδας ἐκατέρωθεν δύο. καὶ ἐάν τις εἰσ- | |
25 | φορὰ ὑπὲρ τοῦ χωρίου γίγνηται εἰς τὴν πόλιν, Αἰξωνέ- |
ας εἰσφέρειν, ἐὰν δὲ οἱ μισθωταὶ εἰσενέγκωσι, ὑπολο- | |
γίζεσθαι εἰς τὴν μίσθωσιν. τὴν δὲ γῆν τὴν ἐκ τῆς γεω- | |
ρυχίας μὴ ἐξεῖναι ἐξάγειν μηδε<ν>ὶ ἀλλ’ ἢ εἰς αὐτὸ τὸ χ- | |
ωρίον. ἐὰν δέ τις εἴπει ἢ ἐπιψηφίσει παρὰ τάσδε τὰς σ- | |
30 | υνθήκας, πρὶν τὰ ἔτη ἐξελθεῖν τὰ τετταράκοντα, εἶν- |
αι ὑπόδικον τοῖς μισθωταῖς τῆς βλάβης. vv Ἐτεοκλῆς | |
Σκάωνος Αἰξωνεὺς εἶπεν· ἐπειδὴ οἱ μισθωταὶ τῆς Φελ- | |
λεῖδος Αὐτοκλῆς καὶ Αὐτέας συνχωροῦσιν ὥστε ἐκκό- | |
ψαι τὰς ἐλάας Αἰξωνεῦσιν, ἑλέσθαι ἄνδρας οἵτινες | |
35 | μετὰ τοῦ δημάρχο καὶ τῶν ταμιῶν καὶ το͂ μισθωτο͂ ἀπ- |
οδώσονται τὰς ἐλάας τῶι τὸ πλεῖστον διδόντι, τοῦ δὲ | |
εὑρόντος ἀργυρίου λογισάμενοι ἐπὶ δραχμεῖ τὸν τό- | |
κον τὸν ἥμυσυν ἀφελεῖν ἀπὸ τῆς μισθώσεως καὶ ἐνγ- | |
ράψαι ἐν ταῖς στήλαις τοσούτωι ἐλάττω τὴν μίσθωσιν· | |
40 | τοῦ δὲ ἀργυρίο τῆς τιμῆς τῶν ἐλαῶν λαμβάνειν Αἰξων- |
έας τὸν τόκον· τὸν δὲ πριάμενον τὰς ἐλάας ἐκκόψαι ἐ- | |
πειδὰν Ἀνθίας τὸν καρπὸν κομίσηται τὸν μετ’ Ἀρχία- | |
ν ἄρχοντα πρὸ το͂ ἀρότο. καὶ μύκητας καταλιπεῖν μὴ | |
ἔλαττον ἢ <π>αλα<σ>τιαίους ἐν τοῖς περιχυτρίσμασιν, ὅ- | |
45 | πως ἂν αἱ ἐλᾶαι ὡς κάλλισται καὶ μέγισται γένωνται |
ἐν τούτοις τοῖς ἔτεσι. οἵδε ἡιρέθησαν ἀποδόσθαι τὰ- | |
ς ἐλάας· Ἐτεοκλῆς, Ναύσων, Ἁγνόθεος. vac. |