[ ]
Att. — non-stoich. — 345/4
| 1 | κατάδε ἐμίσθωσαν Αἰξωνεῖς τὴν Φελλεῖδα |
| Αὐτοκλεῖ Αὐτέου καὶ Αὐτέαι Αὐτοκλέους τετ- | |
| ταράκοντα ἔτη, ἑκατὸν πεντήκοντα δυοῖν δρ- | |
| αχμῶν ἕκαστον τὸν ἐνιαυτόν. ἐφ’ ὧιτε καὶ φυτε- | |
| 5 | ύοντα<ς> καὶ ἄλλον τρόπον ὃν ἂν βούλωνται· τὴν δ- |
| ὲ μίσθωσιν ἀποδιδόναι τοῦ Ἑκατομβαιῶνος μη- | |
| νός, ἐὰν δὲ μὴ ἀποδιδῶσιν εἶναι ἐνεχυρασίαν Αἰ- | |
| ξωνεῦσιν καὶ ἐκ τῶν ὡραίων τῶν ἐκ τοῦ χωρίου καὶ | |
| ἐκ τῶν ἄλλων ἁπάντων τοῦ μὴ ἀποδιδόντος. μὴ ἐ- | |
| 10 | ξεῖναι δὲ Αἰξωνεῦσιν μήτε ἀποδόσθαι μήτε μισ- |
| θῶσαι μηδενὶ ἄλλωι, ἕως ἂν τὰ τετταράκοντα ἔτ- | |
| η ἐξέλθει. ἐὰν δὲ πολέμιοι ἐξείργωσι ἢ διαφθείρ- | |
| ωσί τι, εἶναι Αἰξωνεῦσιν τῶν γενομένων ἐν τῶι χ- | |
| ωρίωι τὰ ἡμίσεα. ἐπειδὰν δὲ τὰ τετταράκοντα ἔτη | |
| 15 | ἐξέλθει, παραδ̣οῦναι τοὺς μεμισθωμένους τὴν ἡμ- |
| ίσεαν τῆς γῆς χερρὸν καὶ τὰ δένδρα ὅσ’ ἂν εἶ ἐν τῶι χ- | |
| ωρίωι, ἀμπελουργὸν δ’ ἐπάγειν Αἰξωνέας τοῖς ἔτεσ- | |
| ι τοῖς τελευταίοις πέντε. χρόνος ἄρχει τῆς μισθώ | |
| τοῦ Δημητρίου καρποῦ Εὔβουλος ἄρχων, τοῦ δὲ ξυλίν- | |
| 20 | ου ὁ μετ’ Εὔβουλον· τὴν δὲ μίσθωσιν ἀναγράψαντας ε- |
| ἰστήλας λιθίνας τοὺς ταμίας τοὺς ἐπὶ Δημοσθένου- | |
| ς δημάρχου {ς} στῆσαι τὴν μὲν ἐν τῶι ἱερῶι τῆς Ἥβης ἔν- | |
| δον, τὴν δ’ ἐν τεῖ λέσχει, καὶ ὅρους ἐπὶ τῶι χωρίωι μὴ ἔ- | |
| λαττον ἢ τρίποδας ἐκατέρωθεν δύο. καὶ ἐάν τις εἰσ- | |
| 25 | φορὰ ὑπὲρ τοῦ χωρίου γίγνηται εἰς τὴν πόλιν, Αἰξωνέ- |
| ας εἰσφέρειν, ἐὰν δὲ οἱ μισθωταὶ εἰσενέγκωσι, ὑπολο- | |
| γίζεσθαι εἰς τὴν μίσθωσιν. τὴν δὲ γῆν τὴν ἐκ τῆς γεω- | |
| ρυχίας μὴ ἐξεῖναι ἐξάγειν μηδε<ν>ὶ ἀλλ’ ἢ εἰς αὐτὸ τὸ χ- | |
| ωρίον. ἐὰν δέ τις εἴπει ἢ ἐπιψηφίσει παρὰ τάσδε τὰς σ- | |
| 30 | υνθήκας, πρὶν τὰ ἔτη ἐξελθεῖν τὰ τετταράκοντα, εἶν- |
| αι ὑπόδικον τοῖς μισθωταῖς τῆς βλάβης. vv Ἐτεοκλῆς | |
| Σκάωνος Αἰξωνεὺς εἶπεν· ἐπειδὴ οἱ μισθωταὶ τῆς Φελ- | |
| λεῖδος Αὐτοκλῆς καὶ Αὐτέας συνχωροῦσιν ὥστε ἐκκό- | |
| ψαι τὰς ἐλάας Αἰξωνεῦσιν, ἑλέσθαι ἄνδρας οἵτινες | |
| 35 | μετὰ τοῦ δημάρχο καὶ τῶν ταμιῶν καὶ το͂ μισθωτο͂ ἀπ- |
| οδώσονται τὰς ἐλάας τῶι τὸ πλεῖστον διδόντι, τοῦ δὲ | |
| εὑρόντος ἀργυρίου λογισάμενοι ἐπὶ δραχμεῖ τὸν τό- | |
| κον τὸν ἥμυσυν ἀφελεῖν ἀπὸ τῆς μισθώσεως καὶ ἐνγ- | |
| ράψαι ἐν ταῖς στήλαις τοσούτωι ἐλάττω τὴν μίσθωσιν· | |
| 40 | τοῦ δὲ ἀργυρίο τῆς τιμῆς τῶν ἐλαῶν λαμβάνειν Αἰξων- |
| έας τὸν τόκον· τὸν δὲ πριάμενον τὰς ἐλάας ἐκκόψαι ἐ- | |
| πειδὰν Ἀνθίας τὸν καρπὸν κομίσηται τὸν μετ’ Ἀρχία- | |
| ν ἄρχοντα πρὸ το͂ ἀρότο. καὶ μύκητας καταλιπεῖν μὴ | |
| ἔλαττον ἢ <π>αλα<σ>τιαίους ἐν τοῖς περιχυτρίσμασιν, ὅ- | |
| 45 | πως ἂν αἱ ἐλᾶαι ὡς κάλλισται καὶ μέγισται γένωνται |
| ἐν τούτοις τοῖς ἔτεσι. οἵδε ἡιρέθησαν ἀποδόσθαι τὰ- | |
| ς ἐλάας· Ἐτεοκλῆς, Ναύσων, Ἁγνόθεος. vac. |