[ ] Lokris, W. — Amphissa — 1-50 AD — Add. p. 125
a.1 [θεο][τ]ύχαν ἀγαθάν. [ἄρχοντος ἐν Ἀμφίσσᾳ]
[Ἀ]ρχικλέος τοῦ Δαμοφίλου, μην̣ὸ[ς] Πανάμ[ου],
θεοκο[λ]έοντος δὲ τῷ Ἀσκλαπιῷ τῷ ἐν Ἀμφίσσᾳ Ο[——μβ]-
ρότου Ἀ[ρ]χία Ἀμφισσέος, χειρόγραφον Κριτολά[ου τ]-
5 [ο]ῦ Δωροθέου Δελφοῦ ὑπὲρ Ζωπύραν Μενάν[δ]-
ρου [θ]υγ(ατέρα) Ἀμφισσίδα παροῦσαν καὶ κελεύουσαν [γρ][φει]-
ν ὑπὲρ αὑτάν, ἐπεὶ ἔλεγεν αὐτὰ γράμματα μὴ εἰδέναι· ἀπέ[δ]-
οτο Ζωπύρα Μενάνδρου Ἀμφισσὶς τῷ [Ἀσ]κλαπιῷ τῷ ἐν Ἀμφ[ί]-
σσᾳ σῶμα οἰκογενές, ᾧ ὄνομα Νικόστ[ρατ]ος, μν<ῶ>ν τριῶν καὶ
10 [τὰν] τειμὰν ἀ[πέχ]ω πᾶσαν. παραμεινάτω [δὲ Ν]ι̣κόστρατος Ζωπύρᾳ
[πάν]τα τὸν [τᾶς ζω]ᾶς χρόνον πᾶν ποιῶν τὸ ἐπιτασσόμενον πᾶν
[ἀνεπικωλύτως. ἔ]στω δὲ Νικόστρ[ατος με]τὰ τ[ὸν Ζωπύρας θάνα]τον
[ἐλεύθε]ρος καὶ ἀν[έφαπτος — — — — — — — — — — — — — — — — — —]
b.1 θ̣ε̣ὸ̣ς̣ τ̣ύ̣χαν ἀγαθάν. ἄρ[χ]ο̣ν̣τ̣ος ἐν Ἀμ̣φί[σ]-
σᾳ Φιλλίδα τοῦ Ζωπύρου θέσει, φύσει δὲ Ξενάνθου, μην[ὸς]
Ἀμῶνος, θεοκολέοντος δὲ τῷ Ἀσκλαπιῷ τῷ ἐν Ἀμφί[σσ]-
ᾳ Ἀρχία τοῦ Θεοδώρου, χειρόγραφον Νικία τοῦ Νικία Ἀμφι[σσέ]-
5 ος ὑπὲρ Σωσίχαν Ζ̣ω̣σᾶ παροῦσαν καὶ κελεύουσαν ὑπὲρ α[ὐτὰ]-
[ν] γράψαι, ἐπεὶ ἔλεγεν αὐτ<ὰ> γράμματα μὴ εἰδέναι· ἀπέδοτ[ο]
[Σω]σίχα Ζωσᾶ Ἀμφισσὶς τῷ Ἀσκλαπιῷ τῷ ἐν Ἀ<μ>φίσσᾳ σῶμα οἰκ[ογεν]-
ές, ᾇ ὄνομα Νικοστράτα, δοῦσαν Ὀνησιφόρῳ Νίκωνος παιδία δύο ε[ἴτε]
[ἐ]ξ ἁθῆς εἴτε ἀγοράσασα(!) μὴ ἔλασσο[ν] <ἐτ>ῶν δύο. παραμεινάτω [δὲ Νι]-
10 [κ]οστράτα Σωσίχᾳ Ζωσᾶ τὸν τᾶς ζωᾶς χρόνον πᾶν π̣[οιοῦ]-
[σα τ]ὸ ἐπιτασσόμενον πᾶν ἀνεπικωλύτως. ἔστω δὲ [Νικοσ]-
[τρά]τ[α μετ]ὰ τὸν θάνατον τὸν Σωσίχας ἐλευθέρα κα[ὶ ἀνέφ]-
[απτος μη]δενὶ ποθήκουσα μηδὲν κατὰ μηδένα [τρόπον],
[καθὼς ἐπίστ]ευσε τὰν ὠνὰν τῷ θεῷ. τὰν ὠνὰν [φυλάσσει]
15 [ὁ θεοκόλος] Ἀρχίας, τὸ δὲ ἀντίγραφον αὐτᾶς — — —
— — — — — — καθέστακε δὲ καὶ βεβαιωτήρα κα̣[τὰ τὸν νόμον]
[— — — — — Κ]αλλιξένου. μάρτυρες οἱ αὐτ[οί. χειρόγραφον — —]
[τοῦ Καλλιξένου Ἀ]μφισσέος· γέγονα βεβαι[ωτὴρ ἐπὶ τᾶς ὠνᾶς]
[τοῦ προγε]γραμμένου σώμ̣[ατος — — — — — — — — — — — — — — —]
20 — — — —ΗΚΑΤΑΓΕΓ— — — — — — — — — — — — — — — — — — — — — —
Search Help