[ ] Lokris, W. — Amphissa — 1st c. BC?
1 — — — — — — — — — — — — — — — — — — — — — ὑ[πὲρ] Ν%⁸⁰ικασίπολι[ν]
[πα]ρεοῦσαν καὶ κελομέναν χειρόγραφον Νυμφ<ο>δώρου· Νικασίπολις καὶ Ἕ[ρμαι]-
ος ‵[Ἕρμα]ιο[ς] ἀπέδοτο σ[ῶμ]α′ {²5 fin. supra lineam}² τῶι Ἀσκλαπιῶι τῶι ἐν Ἀμφίσσᾳ, καθὼς ἐπίστευσεν τῷ θεῷ τὰν ὠν[άν],
σῶμα γυναικεῖον, ᾇ ὄνομα Σωτηρίς, γένος Βοιώτιον, μνᾶς ἀργυρίου [καὶ]
5 τὰν τιμὰν ἔχομεν πᾶσαν — — — — — — — — καθέστακε δὲ βεβαιωτὰν [κατὰ]
[τὸν] ν̣[όμ]ον̣ Νίκιππον Χιωνίδα. τὰν ὠνὰν φυλάσσοντι αὐτός τε ὁ θεο[κόλος]
καὶ οἱ ἱερεῖς Δημοσθένης καὶ Πολυξενίδας. ἐπὶ τοῖσδε Υ ὥστε παρα[μέ]-
νῃ Σωτηρὶς Νικασιπόλει καὶ Ἑρμαίῳ ποιοῦσα πᾶν τὸ ἐπιτασσόμε[νον]·
εἰ δὲ μὴ ποιέοι, ἐξουσίαν ἐχέτωσαν ἐπιτιμέοντες τρόπῳ, ᾧ κα θέ[λων]-
10 τι· ποτὶ δὲ τοὺς λοιποὺς πάντας ἔστω Σωτηρὶς ἐλευθέρα καὶ ἀνέπαφο[ς]
μὴ ἔχοντος αὐτὰν ἐξουσίαν μηδενὸς ἄγειν κατὰ μηδένα τρόπον μήτε [ζών]-
των Νικασιπόλιος καὶ Ἑρμαίου μήτε v ἀποθα%⁸⁰νόντων. μάρτυρες Ἀγι — —,
Σωτέλης, Μνασίλαος, Ἀνδρόνικος, Εὔδικος.
Search Help
Contact Us