[ ]
Lokris, W. — Amphissa — 200-150 BC
— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — | |
[— — — — — — — — — — — — — — — — — — — — — — καὶ τἆλλα τίμια] | |
1 | [π]ά[ντα, κ]α[θ]ὼς κ[α]ὶ τοῖς ἄλλοις προξένοις κ̣[αὶ εὐεργέταις] |
[τᾶ]ς π[όλιο]ς ὑπάρ[χ]ει. βουλαρχέοντος Λυσιπόνου το[ῦ — — —]- | |
[․․․․ ἔγγυοι] τᾶς προξενίας Λυσίπονος καὶ Χαρίξενο[ς]. | |
[ἀγαθ]ᾶι τύχαι. | |
5 | [Ἀμφισσέ]ων [οἱ ἄρ]χοντες καὶ ἁ πόλις Σκαρφέων τοῖς ἀρχόντ[οις] |
[καὶ τᾷ βουλᾷ] καὶ τᾶι πόλει χαίρειν· τῶν δεδομένων τιμίων ὑπὸ | |
[τᾶς] πό[λι]ο[ς] ἁμῶν Μηνοφάντωι Ἀρτεμιδώρου Μακεδόνι Ὑρκανίῳ | |
[τὸ ἀ]ντί[γ]ραφον ἐξαπεστάλκαμεν ποτὶ τὰν ὑμετέραν πόλιν, | |
[καθάπερ] καὶ αὐτὸς ὀ Μηνόφαντος ἁμὲ παρεκάλεσε. μηνὸς Ἀμ[ῶ]- | |
10 | [νο]ς [ἕ]κτᾳ ἐπ’ εἰκάδι. νομογράφων· ἐπειδὴ Μηνόφαντος Ἀρτεμιδ[ώ]- |
[ρου] Μακεδὼν Ὑρκάνιος ἰατρὸς μεταπεμφθεὶς ὑπὸ τᾶς πόλιο[ς] | |
[μ]ετὰ πρεσβείας καὶ ἐργολαβήσας μόνος τὸ ἰατρικὸν ἔργον | |
[τῶ]ν ἀεὶ ἐμπιπτόντων ἀρρωστημάτων φιλοτέχνως ἐπιμελ[ό]- | |
[με]νος καὶ σπουδάζ[ω]ν κατὰ δύναμιν ἰδίαν μετὰ τᾶς τῶν θε[ῶν] | |
15 | [εὐν]οίας σῴζειν το[ὺς] κινδυνεύοντας ἀνέγκλητ<ο>ς ἐγενήθη, τ[ὰν] |
[ἐγχει]ρισθεῖσαν αὐτῷ πίστιν περὶ τᾶς κοινᾶς σωτηρίας ἐφ’ ἵσου καὶ πο[θ’] | |
[ἅπ]αντας εὐνοϊκῶς διαφυλάξας τάν τε κατὰ τὸν βίον ἀναστροφὰν | |
[πά]ντα τὸν τᾶς παρεπιδαμίας χρόνον εὔτακτον καὶ σώφρονα παρέσχ[ε] | |
[κα]τ̣ὰ ἀξίαν τᾶς τε πόλιος καὶ τοῦ ἐπιταδεύματος, ἔτι δὲ καὶ τᾶς | |
20 | [καθ’] ἑαυτὸν ἁλικίας, εἵνεκεν δὲ τῶν ποτιπεπτωκότων αὐτῷ π[αρὰ] |
[τῶν] ο̣[ἰκεί]ων(?) χωρι[ζ]όμενος ἐκ τᾶς πόλιος ἁμῶν ἐποιήσατο πόθ[οδον] | |
[ποτὶ τὸ]ν δᾶμον ἀσπαζόμενος κοινῶς πάντας διελέγη τ[ε] | |
[μετὰ] πάσας εὐνοίας αὐτοῦ φροντίδα ποιήσασθαι τὰν κ[αθή]- | |
[κουσ]αν, δεδόχθαι τῷ δάμῳ· ἐπαινέσαι τε αὐτὸν ἐπὶ τ[ῷ ․c.6․․] | |
25 | [τ]ῷ ἐς δύ[ναμιν] καὶ δόμεν αὐτῷ συμπαραπομ[πο]ὺς ἀσ[τούς], |
[ἵνα κομισθῇ(?) μ]ετ’ ἀσ[φ]α[λ]είας, ἐν οὕς κα προαι[ρ]ῆται τόπους· | |
[ἐξαποστεῖλ]αι δὲ καὶ τᾶς δεδομένας αὐτῷ προξενίας τὸ ἀντίγρ[α]- | |
[φον τύχ]αι ἀγαθᾷ ποτὶ τὰν πόλιν τῶν Σκαρφέων, ἔ[τι δ]ὲ καὶ ποτὶ τὰ[ν] | |
τῶν Ὀπουντίων. vv Ἀμφισσεῖς ἔδωκαν Μην[οφ]άντῳ Ἀρτεμ[ι]- | |
30 | [δ]ώρου Μακεδόνι Ὑρκανίῳ αὐτῷ καὶ ἐγγόνοις προξενίαν, ἰσο- |
[πολι]τείαν, γᾶς καὶ οἰκίας ἔγκτησιν, ἐπινομία[ν] καὶ ἀσφάλει- | |
[αν πολ]έμου καὶ εἰράνας καὶ τἆλλα τίμια πάντα, ὅσα καὶ τοῖς ἄλ- | |
[λοις] προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει. βουλαρχέοντος | |
[Ἀ]ντιγένεος τοῦ Βίωνος. ἔ[γγυος ․c.5․]τ̣ος ․․άσω[νο]ς. {²vac.?}² |