[ ] Phokis — Delphi — 218/7? BC — BCH 46.1922.445,1 [SEG 2.263]
col. I.1 [ἀγαθᾶ]ι τύχαι. [ἐπὶ ἄρχοντ]ος Στρατονίκου
[ἔδοξε] τᾶι πόλει τῶν [Χαλειῶ]ν. v ἐπειδὴ
[Ἀριστοδ]άμ[α Ἀμ]ύντα Ζμυρναί[α] ἀπ’ Ἰωνίας
[ἐπέωμ] ποιήτρ[ια] παρα[γε]νομ[έν]α πλει-
5 ․c.6․․Π․c.5․#⁷ΑΙ․Ι#⁷․c.5․ΤΟΙ․․#⁷ΙΟΝ
․․․c.10․․․#⁷Ν․․ΑΙ․․Ρ․Ε․ΥΕΤΟ․․․․#⁷ΟΥΣ
․․․c.10․․․ΝΟ․c.5․Τ․․ΛΙ․#⁷․c.6․․ΓΑΣ
․․․c.10․․․ΙΦ․․c.8․․․Ι․ΙΟΙ․Τ․․c.7․․#⁷
․․․․c.12․․․․Α․․ καὶ τῶν προγόνων τῶν τᾶς
10 [πόλιος ἁμῶν] μνάμαν ἐποιήσατο· v ὅπως οὖν
[φαινώμεθα τι]μέοντες αὐτὰν κατὰ τὸ ποθῖκον,
[ἐπαινέσαι αὐτὰν] ἐπί τε τᾶι εὐσεβείαι, ἇι ἔχει ποτὶ
[τὸν θεόν, κα]ὶ τᾶς ποτὶ τὰν πόλιν εὐνοίας
[ἕνεκα καὶ στ]εφανῶσαι αὐτὰν δάφνας [ἱε]ρᾶ[ς]
15 [στεφάνωι τᾶ]ς παρὰ τοῦ θεοῦ, καθὼς πάτριον ἐ̣σ̣τι
[Χαλειέοις· τὰ]ν δὲ ἀναγγελίαν ποιήσασθαι
[τοῦ στεφάνου] ἐν τᾶι παναγύρει τῶν Ποιτρο-
[πίων· πέμπε]σθαι δὲ αὐτᾶι καὶ ἀπὸ τᾶς
[πόλιος ἁμῶν γέρ]ας παρὰ τοῦ Ἀπόλλωνος
col. II.20 ἐκ τᾶς θυσίας μερίδα [κρεῶν ἐπὶ τὰν ἑστίαν ἐν]
Ζμύρναν· εἶμεν δὲ αὐτὰν [πρόξενον καὶ εὐεργέτιν]
τᾶς πόλιος· v δεδόσθαι δὲ αὐ[τᾶι παρὰ τᾶς πόλιος]
καὶ τοῖς ἐγγόνοις αὐτᾶς καὶ γ[ᾶς καὶ οἰκίας]
ἔγκτησιν καὶ ἀτέλειαν vv κα[ὶ ἀσυλίαν]
25 καὶ πολέμου καὶ εἰράνας κατὰ [γᾶν καὶ κατὰ]
θάλασσαν v καὶ τἆλλα πάντ[α, ὅσα καὶ τοῖς]
ἄλλοις προξένοις καὶ εὐεργέτ[αις ὑπάρχει]·
ἀποστεῖλαι δὲ αὐτᾶι καὶ ξένια [ἀπὸ δραχ]μ̣ᾶν
ἑκατόν· v ὑπαρχέτω δὲ καὶ Διον[υσίωι τῶι]
30 ἀδελφεῶι αὐτᾶς προξενία, πολιτεία, ἀ]τέλεια·
ὅπως δὲ καὶ πάντοις φανερὸν ἦι τ̣[οῖς ἀφικνε]ιμένοις
ποτὶ τὸ ἱερόν, ὅτι ἁ πόλις τῶν Χαλ[ειέων π]ερὶ πολλοῦ
ποιεῖται τὸ τιμῆν τοὺς λέγειν ἢ γράφ[ειν] περὶ τοῦ θεοῦ
προαιρειμένους, τὸ ψάφισμα τόδε [ἀναγρ]άψαι τὸν
35 ἐπιδαι]οργὸν Ἀρχα<γ>όραν μετὰ το[ῦ γραμ]ματέος
Φ̣ιλίου κ̣[αὶ] ἀναθέμεν τὸ μὲν πα[ρὰ τὸν] ναὸν
τοῦ Ἀπό[λλ]ωνος τοῦ Νασιώτα, v τὸ [δὲ ἐν Δ]ελφοῖς.
Search Help
Contact Us