[ ]
Phokis — Delphi — 218/7? BC — BCH 46.1922.445,1 [SEG 2.263]
| col. I.1 | [ἀγαθᾶ]ι τύχαι. [ἐπὶ ἄρχοντ]ος Στρατονίκου |
| [ἔδοξε] τᾶι πόλει τῶν [Χαλειῶ]ν. v ἐπειδὴ | |
| [Ἀριστοδ]άμ[α Ἀμ]ύντα Ζμυρναί[α] ἀπ’ Ἰωνίας | |
| [ἐπέωμ] ποιήτρ[ια] παρα[γε]νομ[έν]α πλει- | |
| 5 | ․c.6․․Π․c.5․#⁷ΑΙ․Ι#⁷․c.5․ΤΟΙ․․#⁷ΙΟΝ |
| ․․․c.10․․․#⁷Ν․․ΑΙ․․Ρ․Ε․ΥΕΤΟ․․․․#⁷ΟΥΣ | |
| ․․․c.10․․․ΝΟ․c.5․Τ․․ΛΙ․#⁷․c.6․․ΓΑΣ | |
| ․․․c.10․․․ΙΦ․․c.8․․․Ι․ΙΟΙ․Τ․․c.7․․#⁷ | |
| ․․․․c.12․․․․Α․․ καὶ τῶν προγόνων τῶν τᾶς | |
| 10 | [πόλιος ἁμῶν] μνάμαν ἐποιήσατο· v ὅπως οὖν |
| [φαινώμεθα τι]μέοντες αὐτὰν κατὰ τὸ ποθῖκον, | |
| [ἐπαινέσαι αὐτὰν] ἐπί τε τᾶι εὐσεβείαι, ἇι ἔχει ποτὶ | |
| [τὸν θεόν, κα]ὶ τᾶς ποτὶ τὰν πόλιν εὐνοίας | |
| [ἕνεκα καὶ στ]εφανῶσαι αὐτὰν δάφνας [ἱε]ρᾶ[ς] | |
| 15 | [στεφάνωι τᾶ]ς παρὰ τοῦ θεοῦ, καθὼς πάτριον ἐ̣σ̣τι |
| [Χαλειέοις· τὰ]ν δὲ ἀναγγελίαν ποιήσασθαι | |
| [τοῦ στεφάνου] ἐν τᾶι παναγύρει τῶν Ποιτρο- | |
| [πίων· πέμπε]σθαι δὲ αὐτᾶι καὶ ἀπὸ τᾶς | |
| [πόλιος ἁμῶν γέρ]ας παρὰ τοῦ Ἀπόλλωνος | |
| col. II.20 | ἐκ τᾶς θυσίας μερίδα [κρεῶν ἐπὶ τὰν ἑστίαν ἐν] |
| Ζμύρναν· εἶμεν δὲ αὐτὰν [πρόξενον καὶ εὐεργέτιν] | |
| τᾶς πόλιος· v δεδόσθαι δὲ αὐ[τᾶι παρὰ τᾶς πόλιος] | |
| καὶ τοῖς ἐγγόνοις αὐτᾶς καὶ γ[ᾶς καὶ οἰκίας] | |
| ἔγκτησιν καὶ ἀτέλειαν vv κα[ὶ ἀσυλίαν] | |
| 25 | καὶ πολέμου καὶ εἰράνας κατὰ [γᾶν καὶ κατὰ] |
| θάλασσαν v καὶ τἆλλα πάντ[α, ὅσα καὶ τοῖς] | |
| ἄλλοις προξένοις καὶ εὐεργέτ[αις ὑπάρχει]· | |
| ἀποστεῖλαι δὲ αὐτᾶι καὶ ξένια [ἀπὸ δραχ]μ̣ᾶν | |
| ἑκατόν· v ὑπαρχέτω δὲ καὶ Διον[υσίωι τῶι] | |
| 30 | ἀδελφεῶι αὐτᾶς προξενία, πολιτεία, ἀ]τέλεια· |
| ὅπως δὲ καὶ πάντοις φανερὸν ἦι τ̣[οῖς ἀφικνε]ιμένοις | |
| ποτὶ τὸ ἱερόν, ὅτι ἁ πόλις τῶν Χαλ[ειέων π]ερὶ πολλοῦ | |
| ποιεῖται τὸ τιμῆν τοὺς λέγειν ἢ γράφ[ειν] περὶ τοῦ θεοῦ | |
| προαιρειμένους, τὸ ψάφισμα τόδε [ἀναγρ]άψαι τὸν | |
| 35 | ἐπιδα[μι]οργὸν Ἀρχα<γ>όραν μετὰ το[ῦ γραμ]ματέος |
| Φ̣ιλίου κ̣[αὶ] ἀναθέμεν τὸ μὲν πα[ρὰ τὸν] ναὸν | |
| τοῦ Ἀπό[λλ]ωνος τοῦ Νασιώτα, v τὸ [δὲ ἐν Δ]ελφοῖς. |