[ ] Lokris, W. — Chaleion — after mid-2nd c. BC
A.1 — — τὸν υἱὸν
— —ν Ἀπόλλωνι.
2a   {²vacat}²
B.1    ἀγαθᾶι τύ[χαι].
ἄρχοντος Ξένωνος, ἐπ̣[ιδα]-
μιοργέοντος Μίκκωνος· ἐπ[εὶ]
Κλεογένης Ἀλκιθόου Αἰγιεὺς
5 εὔνους ὢν καὶ εὔχρηστος διατελ[εῖ]
τᾶι πόλει τῶν Χαλειέων, ἔδοξε τᾶι πό-
λει ἐν ἐννόμωι ἐκκλησίαι· πρόξεν-
ον εἶμεν καὶ εὐεργέταν τᾶς πόλιο[ς]
τῶν Χαλειῶν Κλεογένη Ἀλκιθόου Αἰγ[ιῆ]
10 καὶ ἐκγόνους α̣ὐ̣τοῦ καὶ εἶμεν αὐ̣τ̣ῶι̣ ἰσο[πο]-
λιτείαν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν κα̣[ὶ πολέ]-
μου καὶ εἰράνας καὶ γᾶς καὶ οἰκίας ἔνκτησ[ιν]
καὶ τὰ ἄλλα ὑπάρχειν αὐτῶι πάντα, ὅσα [καὶ]
τοῖς ἄλλοις προξένοις καὶ εὐεργέτ[αις]
15 τᾶς πόλιος ὑπάρχει.
C.1 ἄρχον̣[τος ἐν μ]ὲ̣γ Χαλειῶι Ἀλεξίνου, μηνὸς Καρείου, ἐν δὲ Ἀμφίσσαι ἄρ-
χοντο[ς Ἀρι]στ̣ά̣ρ̣χου, μηνὸς Ἀγραστυῶνος ἀπέδοτο Κλεογένης Ἀνδρονίκου
Ἀλεῖος ἐν Ἀμ[φ]ί̣σ̣σαι ἐνεργα[ζ]όμενος σῶμα ἀνδρεῖον, ὧι ὄνομα Δημήτριος, τὸ γέ-
νος Λαοδικῆ, ἐπ’ ἐλευ̣θ̣ερίαι τῶι Ἀπόλ̣λ̣ωνι τῶι Νασιώται τιμᾶς ἀργυρίου δραχμᾶν χιλιᾶν. τὰν τι-
5 μὰν ἀπέχει πᾶσαν. [β]εβαιω[τὴρ κ]α̣τὰ τὸ σύμβ̣ολον Φίλιος Χαλειεύς. τᾶς ὠνᾶς τὸ ἀντίγ[ρα]-
φον φυλάσσοντι οἱ θεοκόλο[ι τοῦ] Ἀ̣πόλλωνος τοῦ Νασιώτα Φι̣λ̣όξενος Νικία, Εὐχανδρίδας
Νικάνδρου Χαλειεῖς, ἐν δὲ Ἀμφίσσαι Ἀρίσταρχος Λαϊάδα· μάρτυρες Φιλόξενος, Νικ̣[ό]-
λαος, Πέτ̣[α]λος, <Ν>ικόλαος, Θοφάν̣η̣ς, Ξενί[ας], Κ̣αλλιτέλης, Πολυξενίδας, Ἀλεξῖν̣[ος],
Ξενόσ[τρατο]ς̣.
Search Help
Contact Us