[ ]
Lokris, W. — Chaleion — after mid-2nd c. BC
A.1 | — — τὸν υἱὸν |
— —ν Ἀπόλλωνι. | |
2a | {²vacat}² |
B.1 | ἀγαθᾶι τύ[χαι]. |
ἄρχοντος Ξένωνος, ἐπ̣[ιδα]- | |
μιοργέοντος Μίκκωνος· ἐπ[εὶ] | |
Κλεογένης Ἀλκιθόου Αἰγιεὺς | |
5 | εὔνους ὢν καὶ εὔχρηστος διατελ[εῖ] |
τᾶι πόλει τῶν Χαλειέων, ἔδοξε τᾶι πό- | |
λει ἐν ἐννόμωι ἐκκλησίαι· πρόξεν- | |
ον εἶμεν καὶ εὐεργέταν τᾶς πόλιο[ς] | |
τῶν Χαλειῶν Κλεογένη Ἀλκιθόου Αἰγ[ιῆ] | |
10 | καὶ ἐκγόνους α̣ὐ̣τοῦ καὶ εἶμεν αὐ̣τ̣ῶι̣ ἰσο[πο]- |
λιτείαν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν κα̣[ὶ πολέ]- | |
μου καὶ εἰράνας καὶ γᾶς καὶ οἰκίας ἔνκτησ[ιν] | |
καὶ τὰ ἄλλα ὑπάρχειν αὐτῶι πάντα, ὅσα [καὶ] | |
τοῖς ἄλλοις προξένοις καὶ εὐεργέτ[αις] | |
15 | τᾶς πόλιος ὑπάρχει. |
C.1 | ἄρχον̣[τος ἐν μ]ὲ̣γ Χαλειῶι Ἀλεξίνου, μηνὸς Καρείου, ἐν δὲ Ἀμφίσσαι ἄρ- |
χοντο[ς Ἀρι]στ̣ά̣ρ̣χου, μηνὸς Ἀγραστυῶνος ἀπέδοτο Κλεογένης Ἀνδρονίκου | |
Ἀλεῖος ἐν Ἀμ[φ]ί̣σ̣σαι ἐνεργα[ζ]όμενος σῶμα ἀνδρεῖον, ὧι ὄνομα Δημήτριος, τὸ γέ- | |
νος Λαοδικῆ, ἐπ’ ἐλευ̣θ̣ερίαι τῶι Ἀπόλ̣λ̣ωνι τῶι Νασιώται τιμᾶς ἀργυρίου δραχμᾶν χιλιᾶν. τὰν τι- | |
5 | μὰν ἀπέχει πᾶσαν. [β]εβαιω[τὴρ κ]α̣τὰ τὸ σύμβ̣ολον Φίλιος Χαλειεύς. τᾶς ὠνᾶς τὸ ἀντίγ[ρα]- |
φον φυλάσσοντι οἱ θεοκόλο[ι τοῦ] Ἀ̣πόλλωνος τοῦ Νασιώτα Φι̣λ̣όξενος Νικία, Εὐχανδρίδας | |
Νικάνδρου Χαλειεῖς, ἐν δὲ Ἀμφίσσαι Ἀρίσταρχος Λαϊάδα· μάρτυρες Φιλόξενος, Νικ̣[ό]- | |
λαος, Πέτ̣[α]λος, <Ν>ικόλαος, Θοφάν̣η̣ς, Ξενί[ας], Κ̣αλλιτέλης, Πολυξενίδας, Ἀλεξῖν̣[ος], | |
Ξενόσ[τρατο]ς̣. |