[ ]
Lokris, W. — Chaleion — 500-450 BC
A.1 | ἐν Ναύπακτον ⋮ κὰ(τ) το͂νδε ⋮ ℎἀπιϝοικία. ⋮ Λοϙρὸν τὸν ⋮ ℎυποκναμίδιον ⋮ ἐπ- |
εί κα Ναυπάκτιος ⋮ γένεται ⋮ Ναυπάκτιον ἐόντα ⋮ ℎόπο<ς> ξένον ⋮ ὄσια λανχάν- | |
ειν ⋮ καὶ θύειν ⋮ ἐξεῖμεν ⋮ ἐπιτυχόντα ⋮ αἴ κα δείλεται· ⋮ αἴ κα δείλεται ⋮ θύειν καὶ λ- | |
ανχάνειν ⋮ κἐ(δ) δάμο κἐ(ϙ) ϙοινάνον ⋮ αὐτὸν καὶ τὸ γένος ⋮ κατ’ αἰϝεί. ⋮ τέλος το- | |
5 | ὺς ⋮ ἐπιϝοίϙους Λοϙρο͂ν ⋮ το͂ν ℎυποκναμιδίον ⋮ μὲ φάρειν ⋮ ἐν Λοϙροῖς τοῖ- |
ς ℎυποκναμιδίοις ⋮ φρίν κ’ αὖ τις Λοϙρὸς γένεται το͂ν ℎυποκναμιδίον. ⋮ αἰ | |
δείλετ’ ἀνχορεῖν, καταλείπον⋮τα ἐν τᾶι ἰστίαι παῖδα ℎεβατὰν ἒ ’δελφεὸν· ἐξ- | |
εῖμεν ἄνευ ἐνετερίον· ⋮ αἴ κα ℎυπ’ ἀνάνκας ἀπελάονται ⋮ ἐ(γ) Ναυπάκτο ⋮ Λοϙ- | |
ροὶ τοὶ ℎυποκναμίδιοι, ⋮ ἐξεῖμεν ἀνχορεῖν, ⋮ ℎόπο ϝέκαστος ἐ͂ν, ἄνευ ἐ- | |
10 | νετερίον. ⋮ τέλος μὲ φάρειν μεδὲν ⋮ ℎότι μὲ <μ>ετὰ Λοϙρο͂ν το͂ν Ϝεσπαρί- |
ον ⋮ Α ⋮ ἔνορϙον τοῖς ἐπιϝοίϙοις ἐν Ναύπακτον ⋮ μὲ ’ποστᾶμεν ⋮ ἀ<π’ Ὀ>ποντίον | |
τέκναι καὶ μαχανᾶι ⋮ μεδὲ μιᾶι ⋮ ϝεϙόντας· τὸν ℎόρϙον ἐξεῖμεν ⋮ αἴ κα δεί- | |
λονται ⋮ ἐπάγειν μετὰ τριάϙοντα ϝέτεα ⋮ ἀπὸ το͂ ℎόρϙο ℎεκατὸν ἄνδρας Ὀ- | |
ποντίοις ⋮ Ναυπακτίον καὶ Ναυπακτίοις Ὀποντίους ⋮ Β ⋮ ℎόσστις κα λιποτελέε- | |
15 | ι ἐγ Ναυπάκτο ⋮ το͂ν ἐπιϝοίϙον ⋮ ἀπὸ Λοϙρο͂ν εἶμεν ⋮ ἔντε κ’ ἀποτείσει ⋮ τὰ νό- |
μια Ναυπακτίοις ⋮ Γ ⋮ αἴ κα μὲ γένος ἐν τᾶι ἰστίαι ⋮ ἐ͂ι ἒ ’χεπάμον ⋮ το͂ν ἐπι- | |
ϝοίϙον ⋮ ἐ͂ι ἐν Ναυπάκτοι, Λοϙρο͂ν ⋮ το͂ν ℎυποκναμιδίον ⋮ τὸν ἐπάνχισ- | |
τον ⋮ κρατεῖν, Λοϙρο͂ν ℎόπο κ’ ἐ͂ι, ⋮ αὐτὸν ἰόντα, αἴ κ’ ἀνὲρ ἐ͂ι ἒ παῖς, ⋮ τριο͂ν μ- | |
ενο͂ν· ⋮ αἰ δὲ μέ, τοῖς Ναυπακτίοις ⋮ νομίοις χρε͂σται ⋮ Δ ⋮ ἐ(γ) Ναυπάκτο ἀνχορέ- | |
20 | οντα ⋮ ἐν Λοϙροὺς τοὺς ℎυποκναμιδίους ⋮ ἐν Ναυπάκτοι ⋮ καρῦξαι ἐν τἀ- |
γορᾶι ⋮ κἐν Λοϙροῖς ⋮ τοῖ<ς> ℎυποκναμιδίοις ⋮ ἐν τᾶι πόλι, ℎο͂ κ’ ἐ͂ι, ⋮ καρῦξαι ἐν | |
τἀγορᾶι ⋮ Ε ⋮ Περϙοθαριᾶν ⋮ καὶ Μυσαχέον ⋮ ἐπεί κα Ναυπάκτι<ός τι>ς ⋮ γένετα- | |
ι, ⋮ αὐτὸς καὶ τὰ χρέματα ⋮ τἐν Ναυπάκτοι ⋮ τοῖς ἐν Ναυπάκτοι χρε͂σται, ⋮ | |
τὰ δ’ ἐν Λοϙροῖς τοῖς ℎυποκναμιδίοις ⋮ χρέματα τοῖς ℎυποκναμιδί- | |
25 | οις ⋮ |
B.26 | νομίοις χρε͂σται, ⋮ ℎόπος ἀ πόλις ϝεκάστον νομίζει ⋮ Λοϙρο͂ν το͂ν ℎυποκν- |
αμιδίον· ⋮ αἴ τις ℎυπὸ το͂ν νομίον το͂ν ἐπιϝοίϙον ⋮ ἀνχορέει Περϙοθαριᾶ- | |
ν καὶ Μυσαχέον, ⋮ τοῖς αὐτο͂ν νομίοις ⋮ χρε͂σται ⋮ κατὰ πόλιν ϝεκάστους | |
⋮ Ϝ ⋮ αἴ κ’ ἀδελφεοὶ ἔοντι ⋮ το͂ ’ν Ναύπακτον ϝοικέοντος, ⋮ ℎόπος καὶ Λοϙρο͂- | |
30 | ν ⋮ το͂ν ℎυποκναμιδίον ⋮ ϝεκάστον νόμος ἐστί, ⋮ αἴ κ’ ἀποθάνει, το͂ν χ- |
ρεμάτον κρατεῖν ⋮ τὸν ἐπίϝοιϙον, τὸ κατιϙόμενον κρατεῖν ∶ Ζ ⋮ | |
τοὺς ἐπιϝοίϙους ⋮ ἐν Ναύπακτον ⋮ τὰν δίκαν πρόδιϙον ⋮ ℎαρέσται, πὸ(τ) τοὺς δ- | |
ικαστέρας ⋮ ℎαρέσται, ⋮ καὶ δόμεν ⋮ ἐν Ὀπόεντι κατὰ ϝέος αὐταμαρὸν ⋮ Λοϙ- | |
ρὸν τὸν ℎυποκναμίδιον· ⋮ προστάταν καταστᾶσαι ⋮ το͂ν Λοφρο͂ν τὀπιϝ- | |
35 | οίϙοι καὶ το͂ν ἐπιϝοίϙον το͂ι Λοϙρο͂ι, ⋮ ℎοίτινές κα ΓΙΑΤΕΣ ἔντιμοι ΕΣ ⋮ Ξ ⋮ ℎόσσ- |
τις κ’ ἀπολίπει ⋮ πατάρα καὶ τὸ μέρος ⋮ το͂ν χρεμάτον το͂ι πατρί, ⋮ ἐπεί κ’ | |
ἀπογένεται, ⋮ ἐξεῖμεν ἀπολαχεῖν ⋮ τὸν ἐπίϝοιϙον ⋮ ἐν Ναύπακτον | |
⋮ Θ ⋮ ℎόσστις ⋮ κα τὰ ϝεϝαδεϙότα ⋮ διαφθείρει ⋮ τέχναι καὶ μαχανᾶι ⋮ κα- | |
ὶ μιᾶι, ⋮ ℎότι κα μὲ ἀνφοτάροις ⋮ δοκέει ℎοποντίον ⋮ τε χιλίον ⋮ πλέθ- | |
40 | αι καὶ Ναϝπακτίον(!) ⋮ το͂ν ἐπιϝοίϙον ⋮ πλέθαι, ⋮ ἄτιμον εἶμεν ⋮ καὶ χρέ- |
ματα παματοφαγεῖσται· ⋮ τὀνκαλειμένοι ⋮ τὰν δίκαν ⋮ δόμεν τὸν ἀρ- | |
χόν, ⋮ ἐν τριαϙοντ’ ἀμάραις ⋮ δόμεν, ⋮ αἴ κα τριαϙοντ’ ἀμάραι ⋮ λείποντ- | |
αι τᾶς ἀρχᾶς· ⋮ αἴ κα μὲ διδο͂ι ⋮ το͂ι ἐνκαλειμένοι ⋮ τὰν δίκαν, ⋮ ἄτιμ- | |
ον εἶμεν ⋮ καὶ χρέματα παματοφαγεῖσται, ⋮ τὸ μέρος μετὰ ϝο- | |
45 | ικιατᾶν. ⋮ διομόσαι ℎόρϙον ⋮ τὸν νόμιον. ⋮ ἐν ὐδρίαν ⋮ τὰν ψάφιξ- |
ξιν εἶμεν. ⋮ καὶ τὸ θέθμιον ⋮ τοῖς ℎυποκναμιδίοις Λοϙροῖς ⋮ ταὐ- | |
τὰ τέλεον εἶμεν ⋮ Χαλειέοις ⋮ τοῖς σὺν Ἀντιφάται ⋮ ϝοικεταῖς. |