[ ]
Lokris, W. — Chaleion — 500-450 BC
| A.1 | ⋮ τὸν ξένον μὲ ℎάγεν ⋮ ἐ(τ) τᾶς Χαλεΐδος ⋮ τὸν Οἰανθέα μ- |
| εδὲ τὸν Χαλειέα ⋮ ἐ(τ) τᾶς Οἰανθίδος ⋮ μεδὲ χρέματα αἴ τι(ς) συ- | |
| λο͂ι ⋮ τὸν δὲ συλο͂ντα ἀνάτο(ς) συλε͂ν. τὰ ξενικὰ ἐ(θ) θαλάσας ℎάγεν ⋮ | |
| ἄσυλον ⋮ πλὰν ἐ(λ) λιμένος ⋮ το͂ κατὰ πόλιν ⋮ αἴ κ’ ἀδίκο(ς) συλο͂ι ⋮ τέ- | |
| 5 | τορες δραχμαί ⋮ αἰ δὲ πλέον δέκ’ ἀμαρᾶν ἔχοι τὸ σῦλον, ℎε- |
| μιόλιον ὀφλέτο <ℎ>ότι συλάσαι ⋮ αἰ μεταϝοικέοι πλέον μενὸς ἒ | |
| ὀ Χαλειεὺς ἐν Οἰανθέαι ἒ Οἰανθεὺς ἐν Χαλειο͂ι, τᾶι ἐπιδαμίαι δίκαι χ- | |
| ρέστο ⋮ τὸν πρόξενον ∶ αἰ ψευδέα προξενέοι· διπλ- | |
| είοι θοιέστο. | |
| B.10 | αἴ κ’ ἀνδιχάζοντι ⋮ τοὶ ξενοδίκαι ∶ ἐπομότας ⋮ ℎελέσ- |
| το ⋮ ὀ ξένος ∶ ὀπάγον ∶ τὰν δίκαν ∶ ἐχθὸς προξένο | |
| καὶ ϝιδίο ξένο ∶ ἀριστίνδαν ∶ ἐπὶ μὲν ταῖς μναια- | |
| ίαις ∶ καὶ πλέον ∶ πέντε καὶ δέκ’ ἄνδρας ∶ ἐπὶ ταῖς | |
| μειόνοις ∶ ἐννέ’ ἄνδρας ∶ αἴ κ’ ὀ ϝασστὸς ποὶ τὸν ϝ- | |
| 15 | αστὸν δικάζεται κὰ(τ) τᾶς συνβολᾶς· δαμιοργὸς |
| ℎελέσται ∶ τὸς ℎορκομότας ἀριστίνδαν τὰν πε- | |
| ντορκίαν ὀμόσαντας ∶ τὸς ℎορκομότας τὸν αὐτὸ- | |
| ν ℎόρκον ὀμνύεν ∶ πλεθὺν δὲ νικε͂ν. |