[ ] Lokris, W. — Chaleion — 500-450 BC
A.1 ⋮ τὸν ξένον μὲ ℎάγεν ⋮ ἐ(τ) τᾶς Χαλεΐδος ⋮ τὸν Οἰανθέα μ-
εδὲ τὸν Χαλειέα ⋮ ἐ(τ) τᾶς Οἰανθίδος ⋮ μεδὲ χρέματα αἴ τι(ς) συ-
λο͂ι ⋮ τὸν δὲ συλο͂ντα ἀνάτο(ς) συλε͂ν. τὰ ξενικὰ ἐ(θ) θαλάσας ℎάγεν ⋮
ἄσυλον ⋮ πλὰν ἐ(λ) λιμένος ⋮ το͂ κατὰ πόλιν ⋮ αἴ κ’ ἀδίκο(ς) συλο͂ι ⋮ τέ-
5 τορες δραχμαί ⋮ αἰ δὲ πλέον δέκ’ ἀμαρᾶν ἔχοι τὸ σῦλον, ℎε-
μιόλιον ὀφλέτο <ℎ>ότι συλάσαι ⋮ αἰ μεταϝοικέοι πλέον μενὸς ἒ
ὀ Χαλειεὺς ἐν Οἰανθέαι ἒ Οἰανθεὺς ἐν Χαλειο͂ι, τᾶι ἐπιδαμίαι δίκαι χ-
ρέστο ⋮ τὸν πρόξενον ∶ αἰ ψευδέα προξενέοι· διπλ-
είοι θοιέστο.
B.10 αἴ κ’ ἀνδιχάζοντι ⋮ τοὶ ξενοδίκαι ∶ ἐπομότας ⋮ ℎελέσ-
το ⋮ ὀ ξένος ∶ ὀπάγον ∶ τὰν δίκαν ∶ ἐχθὸς προξένο
καὶ ϝιδίο ξένο ∶ ἀριστίνδαν ∶ ἐπὶ μὲν ταῖς μναια-
ίαις ∶ καὶ πλέον ∶ πέντε καὶ δέκ’ ἄνδρας ∶ ἐπὶ ταῖς
μειόνοις ∶ ἐννέ’ ἄνδρας ∶ αἴ κ’ ὀ ϝασστὸς ποὶ τὸν ϝ-
15 αστὸν δικάζεται κὰ(τ) τᾶς συνβολᾶς· δαμιοργὸς
ℎελέσται ∶ τὸς ℎορκομότας ἀριστίνδαν τὰν πε-
ντορκίαν ὀμόσαντας ∶ τὸς ℎορκομότας τὸν αὐτὸ-
ν ℎόρκον ὀμνύεν ∶ πλεθὺν δὲ νικε͂ν.
Search Help
Contact Us