[ ] Lokris, W. — Phaistinos — 166/5 and 165/4? BC
a.1 ἀγωνοθετέοντος Λύκωνος Φυσκέος, μηνὸς ἑβδόμου πεντεκαιδε-
[κ]άτῃ, ἐν ἐννόμῳ ἐκκλησίᾳ τᾶς πόλιος τῶν Εὐανθέων, ἀπέδοτο Εὐρύτιμος Εὐαν-
θεύς, συνευδοκούσας καὶ τᾶς ματρὸς αὐτοῦ Κλεονίκας, τοῖ Ἀπόλλωνι τοῖ ἐμ Φαιστίνοι
σῶμα γυναικεῖον, ἇι ὄνομα Εὐτυχίς, ἐπ’ ἐλευθερίᾳ τιμᾶς ἀ%⁸⁰ργυρίου μνᾶν πέντε. βεβαιωτὴρ
5 κατὰ τὸν νόμον Ἀγέλαος Χαιρελάου. τὰν ὠνὰν φυλάσσοντι Διοίτας, Καλλίδαμος οἱ ἄρχον-
τες καὶ ἰδιώτας Μηνόδοτος. μάρτυροι οἱ πολῖται.
6a                 {²intervallum c. 0.017m}²
b.7 ἀγωνοθετέοντος Καλλικράτεος τοῦ Ἀντιγενείδα Φυσκέος, μηνὸς ἑβδό-
[μο]υ τριακάδι, ἀπέδοτο Εὐρύτιμος Οἰανθεύς, συνευδοκεούσας καὶ τᾶς ματρὸς
[αὐ]τοῦ Κλεονίκας, τοῖ Ἀπόλλωνι τοῖ ἐμ Φαιστίνοι σῶμα γυναικεῖον, ἇι ὄνομα
10 ․․․οσύνα, ἐπ’ ἐλευθερίαι τιμᾶς ἀργυρίου μνᾶν πέντε. βεβαιωτὴρ κατὰ τὸν
[νό]μον Δωρόθεος Πολεμάρχου. τὰν ὠνὰν φυλάσσοντι ο%⁸⁰ἱ ἄρ%⁸⁰χοντες Δαμόξε-
[νος], Ἐπικράτης, Θοινίας. μάρτυροι οἱ πολῖται.
Search Help
Contact Us