[ ]
Lokris, W. — Oiantheia — ca. 280 BC
A.1 | ἀγαθᾶι τ[ύχαι]. |
ἐπὶ τοῖσδε Αἰάντειοι καὶ ἁ πόλις Ναρυκαίων Λοκροῖς ἀνεδέξαντο τὰς κόρα[ς πέμψειν· εἶμεν Αἰαντείους ἀσύλους] | |
[κ]αὶ ἀρυσίους καὶ πολέμου καὶ εἰρήνας καὶ ἐφ’ αἵματι μὴ ἐπικωλύειν καὶ προδικία[ν αὐτοῖς διδόμεν, αἴ τί κα ἀδικέωνται], | |
καὶ αὐτᾶι τᾶι πόλει· ξενίων μὴ ἀπελαθῆμεν κατὰ ξενίας ἐλθόντα ἀπὸ δαμοσίο[υ Ναρυκαίων· αἰ δέ κα ἀπελαθῆι, δεκαπέν]- | |
5 | τε δραχμὰς τὸν ἄρχοντα ἀποτείσαι· αἰ δὲ δίκαι ἁλοίη ὁ ἄρχων, τριάκοντα δραχμὰ[ς ἀποτεισάτω· τὸν δὲ τὰν δίκαν ἐπιφέ]- |
ροντα κατὰ ξενίαν ἀζάμιον εἶμεν· αἰ τῶν Αἰαντείων ῥυσιάζοι καταειδώς, τριάκο[ντα στατῆρας ἀποτεισάτω καὶ τοὶ ἄρ]- | |
[χ]οντες τὰ ῥυσιαχθέντα ἀμπράξαντες ἀποδόντω αὐθαμερὸν ἢ τᾶι ὑστεραίαι· εἰ δ[ὲ μὴ ἀμπράξαιεν ἢ μὴ ἀποδοῖεν, τὸ δι]- | |
[π]λοῦν ἀποτεισάντω. αἰ δὲ τῶν Αἰαντείων καταδήσαι ἀδίκως ἢ ἔρξαι, ἑκατὸν στατῆρ[ας ἀποτεισάτω τᾶς ἁμέρας ἑκάστας] | |
καὶ τᾶς νυκτὸς ἄλλους ἑκάστας, ἕντε κα ἀφῇ· τροφεῖα τοῖς γονεῦσι τᾶν κορᾶν ἑκατέρ[ας ․․․․c.13․․․․․ διδόμεν καὶ τοῖν] | |
10 | κόραιν ἑκατέραι πεντεκαίδεκα μνᾶς ἐν κόσμον καὶ τροφὰν παρέχειν, ἔντε κα [․․․c.11․․․․ τῶν Αἰαντείων ἀπολυτρω]- |
θῆμεν ἐμ πολεμίους ἁλόντα· οἰκίας Θήμωνος κατακαείσας, ὁποίας κα τᾶι πόλε[ι ․․․․․c.14․․․․․ ἀνοικοδομηθῆμεν]· | |
παντεῖ Λοκρῶν, Αἰαντείων εἰ τίς κα ἐλ Λοκροῖς οἰκεῖν δείληται, ἀτέλειαν εἶμεν καθ[ὼς ․․․․․․c.17․․․․․․․ μετοχὰν τᾶν] | |
θοινᾶν εἶμεν τοῖς Αἰαντείοις, εἶμεν πάντοις, καὶ τῶι ἱερεῖ τὰ δέρματα ἀποδιδόμεν καὶ τὰ [σκέλεα καὶ τἆλλα γέρεα· παναγυρίζειν | |
δὲ τοὺς Λοκροὺς πάντας τᾶι Λοκρίδι Αἰαντίαι ἐν Ναρύκαι· ἀγωνοθέτας δὲ εἶμεν Ναρυκα[ίους ․․․c.10․․․ ἐμ πολέμωι Αἰαντεί]- | |
15 | ους παῖδας ὁμήρους μὴ δόμεν ἀέκοντας· ἐν τὰς κόρας Ναρυκαίοις ἀτέλειαν εἶμεν τᾶς ἐμ [πόλεμον ἱπποτροφίας καὶ εἰσφορᾶς]· |
εἰ δέ τίς κα ἀνακκάζηι τρέφειν ἵππους ἢ ὁμήρους παῖδας διδόμεν, τοὺς Λοκροὺς τὰς δαπάνα̣ς̣ [Ναρυκαίοις δόμεν· ἁ δὲ πόλις Ναρυ]- | |
καίων μὴ πεμψάτω ὅμηρα τῶν Αἰαντίων μηθένα· δίκαν τὸν ἄρχοντα δόμεν ἁμερᾶν τριῶ[ν τῶν Αἰαντείων τῶι ἐγκαλέσαντι] | |
καὶ ἐκκπρᾶξαι δέχ’ ἁμερᾶν τὸ κατὰ ξένον· μὴ ἀπογνῶμεν μάρτυρα παρεχόμεν[ον ἀ]ξιόχρ[ειον· αἴ τίς κα ἀμφιλλέγηι δίκας τᾶς] | |
πρότερον, τὰν δίκαν εἶμεν ἐν τοῖς αὐτοῖς δικασταῖς· ἇ κα ἁλῶι τὸ μαρτύρ[ιον ψευδέ]ς̣, ἔ̣[στω ἁ δίκα ἀτελὴς καὶ ὁ μάρτυς ἐν ἐφ]- | |
20 | [ι]ορκίαι ἐχέστω καὶ ἀποτεισάτω διπλόαν τὰν δίκαν. αἰ δέ κα μὴ πράξῃ ὁ ἄ̣ρ̣[χων, Αἰάντειοι αὐτὸν πρᾶξαι τὸν ἑλόντα ἀνει]- |
πάντω, ὅντινά κα λάβῃ τῶν ἐκ τᾶς πόλιος, ἐξ ἇς κα τὸ ἔκκλημα ᾖ· τᾶι δί[και δικαστὰς αἱρεῖσθαι — — — — — — — — — — — — — —] | |
ον τριακοντοδράχμου ἕνδεκα ἄνδρας, ἐν δὲ Ναρύκαι ἐξ ἁπάντων̣ — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — | |
ηι δικάζειν τοῖν κόραιν, ἐπιδικῆσαι τοῖν πρόσθ[ε]ν κὰτ τὸ δυν[ατὸν — — — — — — — — — — — — — — — — — — — — — τοὺς ἄρχοντας Ναρυ]- | |
[κ]αίων δίκαν δόμεν κὰτ ταὐτὰ καὶ ἐκπρᾶξαι. ὅρκος· ἐπὶ το[ύτοις — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — ἐν τᾶι] | |
25 | συνθήκαι καὶ ἐν τοῖς ὅρκοις· εὐορκεόντοις πολλ[ὰ καὶ ἀγαθά, ἐφιορκεόντοις δὲ — — — — — — — — — — — — — — — — — — — — ὀμόσαι ἄν]- |
δρας πεντήκοντα πλουτίνδαν ὀμν[ύοντας τὸν νόμιμον ὅρκον — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
κόραν τὰν πεμφθεῖσαν̣ — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — | |
․․․#⁷#⁷#⁷ΙΛΚ#⁷— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — | |
— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — | |
B.1 | Περικυμασίων· |
Νικαγόρας Κλε[ω]- | |
νύμου, Εὐξενί- | |
δας Τιμοκρίτ[ου], | |
5 | Λύσων Τιμοσθέ- |
νεος, Τιμοκρά- | |
της Ἀγάθωνο[ς], | |
Δάμων Μίκκω- | |
νος, Καλλίδα- | |
10 | μος Ἀπολλοδώ- |
ρου, Δαμόχαρις | |
Δάμωνος, Μενε- | |
κράτης Πυρρία, | |
Κρίτων Μαχάτα. | |
15 | Ἠ̣ασσίων· Πατρέ- |
ας Δαμοκρίτου, Ἀ- | |
ριστοκλῆς Ἀριστ- | |
ωνύμου, Ἀμύντ[ι]- | |
χος Ἁρμοξένου, | |
20 | Θέων Θεομνά- |
στου, Ἀρχέβιος | |
Ξενέα, Δικαιο- | |
μένης Εὐπαθ[ί]- | |
ωνος, Εὐθέας Εὐ- | |
25 | θυμίδα, Εὐαρχ[ί]- |
δας Σάμου, Μί- | |
․ων Ἀγήνορ̣[ος] | |
— — — — — — — — |