[ ] Lokris, W. — Oiantheia — ca. 280 BC
A.1                       ἀγαθᾶι τ[ύχαι].
ἐπὶ τοῖσδε Αἰάντειοι καὶ ἁ πόλις Ναρυκαίων Λοκροῖς ἀνεδέξαντο τὰς κόρα[ς πέμψειν· εἶμεν Αἰαντείους ἀσύλους]
[κ]αὶ ἀρυσίους καὶ πολέμου καὶ εἰρήνας καὶ ἐφ’ αἵματι μὴ ἐπικωλύειν καὶ προδικία[ν αὐτοῖς διδόμεν, αἴ τί κα ἀδικέωνται],
καὶ αὐτᾶι τᾶι πόλει· ξενίων μὴ ἀπελαθῆμεν κατὰ ξενίας ἐλθόντα ἀπὸ δαμοσίο[υ Ναρυκαίων· αἰ δέ κα ἀπελαθῆι, δεκαπέν]-
5 τε δραχμὰς τὸν ἄρχοντα ἀποτείσαι· αἰ δὲ δίκαι ἁλοίη ὁ ἄρχων, τριάκοντα δραχμὰ[ς ἀποτεισάτω· τὸν δὲ τὰν δίκαν ἐπιφέ]-
ροντα κατὰ ξενίαν ἀζάμιον εἶμεν· αἰ τῶν Αἰαντείων ῥυσιάζοι καταειδώς, τριάκο[ντα στατῆρας ἀποτεισάτω καὶ τοὶ ἄρ]-
[χ]οντες τὰ ῥυσιαχθέντα ἀμπράξαντες ἀποδόντω αὐθαμερὸν ἢ τᾶι ὑστεραίαι· εἰ δ[ὲ μὴ ἀμπράξαιεν ἢ μὴ ἀποδοῖεν, τὸ δι]-
[π]λοῦν ἀποτεισάντω. αἰ δὲ τῶν Αἰαντείων καταδήσαι ἀδίκως ἢ ἔρξαι, ἑκατὸν στατῆρ[ας ἀποτεισάτω τᾶς ἁμέρας ἑκάστας]
καὶ τᾶς νυκτὸς ἄλλους ἑκάστας, ἕντε κα ἀφῇ· τροφεῖα τοῖς γονεῦσι τᾶν κορᾶν ἑκατέρ[ας ․․․․c.13․․․․․ διδόμεν καὶ τοῖν]
10 κόραιν ἑκατέραι πεντεκαίδεκα μνᾶς ἐν κόσμον καὶ τροφὰν παρέχειν, ἔντε κα [․․․c.11․․․․ τῶν Αἰαντείων ἀπολυτρω]-
θῆμεν ἐμ πολεμίους ἁλόντα· οἰκίας Θήμωνος κατακαείσας, ὁποίας κα τᾶι πόλε[ι ․․․․․c.14․․․․․ ἀνοικοδομηθῆμεν]·
παντεῖ Λοκρῶν, Αἰαντείων εἰ τίς κα ἐλ Λοκροῖς οἰκεῖν δείληται, ἀτέλειαν εἶμεν καθ[ὼς ․․․․․․c.17․․․․․․․ μετοχὰν τᾶν]
θοινᾶν εἶμεν τοῖς Αἰαντείοις, εἶμεν πάντοις, καὶ τῶι ἱερεῖ τὰ δέρματα ἀποδιδόμεν καὶ τὰ [σκέλεα καὶ τἆλλα γέρεα· παναγυρίζειν
δὲ τοὺς Λοκροὺς πάντας τᾶι Λοκρίδι Αἰαντίαι ἐν Ναρύκαι· ἀγωνοθέτας δὲ εἶμεν Ναρυκα[ίους ․․․c.10․․․ ἐμ πολέμωι Αἰαντεί]-
15 ους παῖδας ὁμήρους μὴ δόμεν ἀέκοντας· ἐν τὰς κόρας Ναρυκαίοις ἀτέλειαν εἶμεν τᾶς ἐμ [πόλεμον ἱπποτροφίας καὶ εἰσφορᾶς]·
εἰ δέ τίς κα ἀνακκάζηι τρέφειν ἵππους ἢ ὁμήρους παῖδας διδόμεν, τοὺς Λοκροὺς τὰς δαπάνα̣ς̣ [Ναρυκαίοις δόμεν· ἁ δὲ πόλις Ναρυ]-
καίων μὴ πεμψάτω ὅμηρα τῶν Αἰαντίων μηθένα· δίκαν τὸν ἄρχοντα δόμεν ἁμερᾶν τριῶ[ν τῶν Αἰαντείων τῶι ἐγκαλέσαντι]
καὶ ἐκκπρᾶξαι δέχ’ ἁμερᾶν τὸ κατὰ ξένον· μὴ ἀπογνῶμεν μάρτυρα παρεχόμεν[ον ἀ]ξιόχρ[ειον· αἴ τίς κα ἀμφιλλέγηι δίκας τᾶς]
πρότερον, τὰν δίκαν εἶμεν ἐν τοῖς αὐτοῖς δικασταῖς· ἇ κα ἁλῶι τὸ μαρτύρ[ιον ψευδέ]ς̣, ἔ̣[στω ἁ δίκα ἀτελὴς καὶ ὁ μάρτυς ἐν ἐφ]-
20 [ι]ορκίαι ἐχέστω καὶ ἀποτεισάτω διπλόαν τὰν δίκαν. αἰ δέ κα μὴ πράξῃ ὁ ἄ̣ρ̣[χων, Αἰάντειοι αὐτὸν πρᾶξαι τὸν ἑλόντα ἀνει]-
πάντω, ὅντινά κα λάβῃ τῶν ἐκ τᾶς πόλιος, ἐξ ἇς κα τὸ ἔκκλημα ᾖ· τᾶι δί[και δικαστὰς αἱρεῖσθαι — — — — — — — — — — — — — —]
ον τριακοντοδράχμου ἕνδεκα ἄνδρας, ἐν δὲ Ναρύκαι ἐξ ἁπάντων̣ — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
ηι δικάζειν τοῖν κόραιν, ἐπιδικῆσαι τοῖν πρόσθ[ε]ν κὰτ τὸ δυν[ατὸν — — — — — — — — — — — — — — — — — — — — — τοὺς ἄρχοντας Ναρυ]-
[κ]αίων δίκαν δόμεν κὰτ ταὐτὰ καὶ ἐκπρᾶξαι. ὅρκος· ἐπὶ το[ύτοις — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — ἐν τᾶι]
25 συνθήκαι καὶ ἐν τοῖς ὅρκοις· εὐορκεόντοις πολλ[ὰ καὶ ἀγαθά, ἐφιορκεόντοις δὲ — — — — — — — — — — — — — — — — — — — — ὀμόσαι ἄν]-
δρας πεντήκοντα πλουτίνδαν ὀμν[ύοντας τὸν νόμιμον ὅρκον — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
κόραν τὰν πεμφθεῖσαν̣ — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
․․․#⁷#⁷#⁷ΙΛΚ#⁷— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
B.1 Περικυμασίων·
Νικαγόρας Κλε[ω]-
νύμου, Εὐξενί-
δας Τιμοκρίτ[ου],
5 Λύσων Τιμοσθέ-
νεος, Τιμοκρά-
της Ἀγάθωνο[ς],
Δάμων Μίκκω-
νος, Καλλίδα-
10 μος Ἀπολλοδώ-
ρου, Δαμόχαρις
Δάμωνος, Μενε-
κράτης Πυρρία,
Κρίτων Μαχάτα.
15 Ἠ̣ασσίων· Πατρέ-
ας Δαμοκρίτου, Ἀ-
ριστοκλῆς Ἀριστ-
ωνύμου, Ἀμύντ[ι]-
χος Ἁρμοξένου,
20 Θέων Θεομνά-
στου, Ἀρχέβιος
Ξενέα, Δικαιο-
μένης Εὐπαθ[ί]-
ωνος, Εὐθέας Εὐ-
25 θυμίδα, Εὐαρχ[ί]-
δας Σάμου, Μί-
․ων Ἀγήνορ̣[ος]
— — — — — — — —
Search Help
Contact Us