[ ]
Phokis — Delphi — 137/6? BC — SIG(3) 855
1 | ἄρχοντος Ὑβρία, βουλευόντων τὰν δευτέραν ἑξάμη- |
νον Ἁγίωνος τοῦ Κλεοδάμου, Τιμοκλέος τοῦ Πολύωνος, | |
γραμματεύοντος δὲ Βαβύλου τοῦ Ἀνδρομένεος ἀνε- | |
γράφη ἁ ἀνάθεσις· ἀγωνοθετέοντος Εὐνίκου Τριτέος, μη- | |
5 | νὸς τετάρτου, ἐν δὲ Φυσκέοις ἄρχοντος Εὐκλείδα, μηνὸς |
Ἀρατύου τριακάδι, ἐν ἐννόμωι ἐκκλησίαι ἀνέθηκε Ἁγη- | |
σιβούλα Φυσκίς, συνευδοκεόντων τοῦ τε πατρὸς αὐτᾶς | |
Λύκωνος καὶ τᾶς ματρὸς Ἁρμοξένας, τῶι Ἀπόλλωνι | |
τῶι Πυθίωι σῶμα γυναικεῖον, ἇι ὄνομα Μνασώ, ὥστε ἱερὰν | |
10 | εἶμεν καὶ ἀνέφαπτον καὶ ἐλευθέραν Μνασώ· εἰ δέ τι Μνα- |
σὼ πάθοι ἀγενὴς ὑπάρχουσα, τὰ καταλειφθέντα ὑπὸ | |
Μνασῶς Ἁγησιβούλας ἔστω. μάρτυροι ἄρχοντες Εὔ- | |
νικος, Εὐκλείδας, Δαμοκλείδας, ταμίας Ἀρχέπολις | |
καὶ οἱ συνπαρόντες ἐν τᾶι ἐκκλησίαι Ἀριστόλαος, Νι- | |
15 | κόμαχος, Δαμοτέλης, Δαμοκλείδας, Δαμόκριτος, |
Ἀρίστων, Θεόσαμος, Ξενόλαος, Μικκίνας, Εὔμηλος, | |
Ξένων, Λεόντιος Δαμάνθεος, Ἀντιγενείδας, | |
Χαιρέδαμος, Χαρίδαμος, Ξενοκράτης, Παν- | |
ταίνετος, Ἀριστόλαος. |