[ ]
Lokris, W. — Physkeis — 150-100 BC
1 | ἀγωνοθετέ[ον]τος τῶν Λοκρῶν Εὐθυδά̣[μο]υ τοῦ Εὐξι- |
τέλεος Τρειτέος, μηνὸς πέντου {²⁶πέμπτου}²⁶ ἀπέδοτο Ὠφελίων | |
Ὠφελίωνος Φυσκεὺς τᾶι Ἀθάναι τᾶι Ἰλιάδι σῶμα ἀνδρεῖ- | |
ον, οἷ ὄνομα Φιλέταιρος, τὸ γένος οἰκογενές, ἐπ’ ἐλευθερίαι | |
5 | τειμᾶς ἀργυρίου ΜΜΜΜ. βεβαιωτὴρ κατὰ τὸν νόμον Ἀρμενισᾶς Κρι- |
τολάου Φυσκεύς. παραμενέτω δὲ Φιλέταιρος παρὰ Ὠφελίωνα ποι- | |
ῶν τὸ ἐπιτασόμενον {²⁶ἐπιτασσόμενον}²⁶, ἕως κα ζῇ Ὠφελίων· εἰ δὲ κα μὴ παραμένῃ ἢ μὴ | |
ποιῇ τὸ ἐπιτασόμενον {²⁶ἐπιτασσόμενον}²⁶ ἢ ἄλλο τι ἀδικῇ Ὠφελίωνα̣, ἐξουσίαν ἐχέ- | |
τω Ὠφελίων ἐπιτειμέων Φιλέταιρον, καθ’ ὅν κα θέλῃ τρόπον, | |
10 | καὶ ἄλλο<ς>, ὅν κα κελεύῃ Ὠφελίων· ἐπεὶ δὲ κα τελευτάσῃ Ὠφελί- |
ων, ἱερὸς καὶ ἀνέφ<α>π<τ>ος καὶ ἐλεύθερος ἔστω Φιλέταιρος. τὰν ὠ- | |
νὰν φυλάσσοντι οἱ ἄρχοντες Ξενέας Κλεάνδρου, Λάμιος Ἀρ- | |
χύλου. μάρτυροι Πασέας Λυσιμ<ά>χου, Ξενότιμος Ἄνδρωνος, | |
Ἀρίστων Λύκωνος, Ἀρίστων Νικοβούλου, Τιμόμαχος Νικάν- | |
15 | δρου, Τηλέμαχος Εὐσόφου. |
χειρόγραφον Ἀρμενισᾶ τοῦ Κριτολάου Φυσκέος· γέγονα βε- | |
βαιωτὴρ κατασταθεὶς ὑπὸ Ὠφελίωνος τᾶι Ἀθάναι τᾶι Ἰλιάδι σώ- | |
ματος τοῦ ἐν τᾶι ὠνᾷ. γεγόναμεν μάρτυροι οἱ ἐν τᾶι ὠνᾶι. |