[ ] Lokris, W. — Physkeis — mid-2nd c. BC
1          θεὸς ἀγαθᾶι τύχαι.
ἀγωνοθετέοντος Στρατάγου τοῦ Πορθάο[νος]
Φυσκέος τὸ κοινὸν τῶν Λοκρῶν ἔδωκε Ἀριστοβο[ύ]-
λωι Εὐαγόρα Ἀχαιῶι ἐξ Αἰγίου προξενίαν καὶ
5 εὐεργεσίαν καὶ πολιτείαν καὶ ἀσυλίαν καὶ
προδικίαν καὶ ἀτέλειαν καὶ προεδρίαν καὶ γᾶς
ἔνκτησιν καὶ οἰκίας καὶ αὐτῶι καὶ ἐγγόνοις
καὶ πολέμου καὶ εἰρὰνας καὶ κατὰ γᾶν
καὶ κατὰ θάλασσαν καὶ τὰ ἄλλα ὅσα καὶ
10 τοῖς ἄλλοις προξένοις καὶ εὐεργέται-
ς δίδοται πάντα. vv ἔνγυοι τᾶς προξε-
νίας 〚[ἔνγυ]οι〛 Τελέσαρχος Δαμοτέλεος,
{²vac.}² Μένανδρος Δυμάν. {²vac.}²
Search Help
Contact Us