[ ]
Lokris, W. — Physkeis — mid-2nd c. BC
| 1 | θεὸς ἀγαθᾶι τύχαι. |
| ἀγωνοθετέοντος Στρατάγου τοῦ Πορθάο[νος] | |
| Φυσκέος τὸ κοινὸν τῶν Λοκρῶν ἔδωκε Ἀριστοβο[ύ]- | |
| λωι Εὐαγόρα Ἀχαιῶι ἐξ Αἰγίου προξενίαν καὶ | |
| 5 | εὐεργεσίαν καὶ πολιτείαν καὶ ἀσυλίαν καὶ |
| προδικίαν καὶ ἀτέλειαν καὶ προεδρίαν καὶ γᾶς | |
| ἔνκτησιν καὶ οἰκίας καὶ αὐτῶι καὶ ἐγγόνοις | |
| καὶ πολέμου καὶ εἰρὰνας καὶ κατὰ γᾶν | |
| καὶ κατὰ θάλασσαν καὶ τὰ ἄλλα ὅσα καὶ | |
| 10 | τοῖς ἄλλοις προξένοις καὶ εὐεργέται- |
| ς δίδοται πάντα. vv ἔνγυοι τᾶς προξε- | |
| νίας 〚[ἔνγυ]οι〛 Τελέσαρχος Δαμοτέλεος, | |
| {²vac.}² Μένανδρος Δυμάν. {²vac.}² |