[ ] Lokris, W. — Naupaktos — ca. mid-2nd c. BC
1 γραμματεύοντος θε-
αροῖς ἐν Ναυπάκτοι Ἀρισ[το]-
κ̣ράτεος τοῦ Παρμενείδα,
μηνὸς Ἀ<γ>υέου ἀπέδοτο Φί-
5 λων Δαμοκράτεος Βούτ̣τ̣ι̣-
ος, συνευδοκέοντος καὶ τ[οῦ]
ὑοῦ Δαμοκράτεος, τοῖ Ἀσ[κλ]-
απιοῖ τοῖ ἐν Κρουνοῖς ἐπ’ ἐ̣-
λευθερίαι σῶμα ἀνδρ[εῖ]-
10 ον, οἷ ὄνομα Ζώπυρος,
γένος Σύρον, τιμᾶς ἀρ-
γυρίου ΜΜΜΜ. προα-
ποδότας κατὰ τὸν νό-
μον Λάμιος Λεοντο-
15 μένεος. μάρτυροι
Ἀγριάδας, Ἁγήμων,
Λύκος, Λύκων, Λεόνι(?)-
κος, Ἀλεξιάδας, Δαμ-
[ό]ξενος, Λέων Βούττιοι. τὰν
20 ὠνὰν φυλάσσοντι οἱ ἄρχο-
ντες Τίμαιος, Ἀλεξιάδ-
ας.
Search Help
Contact Us