[ ]
Lokris, W. — Naupaktos — ca. mid-2nd c. BC
1 | γραμματεύοντος θεαροῖς ἐν |
Ναυπάκτωι Πολυάρχου, μηνὸς Βου- | |
κατίου ἀπέδοτο Ἀμεινοκράτης Ἀ- | |
μεινοκλέα Βούττιος τοῖ Ἀσκλαπιοῖ τοῖ | |
5 | ἐν Κρουνοῖς παιδάριον καὶ κορίδιον ἐ- |
π’ ἐλευθερίαι, οἷς ὀνόματα Φρυνίων, | |
Σωτηρίχα, τὸ γένος οἰκογενῆ, τιμᾶς | |
ἀργυρίου 𐅇Μ {⁸6 minae}⁸. παραμεινάτω δὲ Φρυ- | |
νίων καὶ Σωτηρίχα παρὰ Ἀμεινοκρά- | |
10 | τη, ἕως κα ζῇ Ἀμεινοκράτης, ποιοῦν- |
τες τὸ ποτιτασσόμενον Ἀμεινο- | |
κράτει· εἰ δὲ μὴ ποιέοιν, ἀγώγιμο<ι> ὄν- | |
τω αὐτοῖ Ἀμεινοκράτει, ἄλλοι δὲ | |
μηθενί. προαποδότας κατὰ τὸν νό- | |
15 | μον Λάμιος Ἀλεξομενοῦ Βούττιος. |
τὰν ὠνὰν φυλάσσοντι Λάμιος | |
Λεοντομένεος, Λάμπις Γάστρω- | |
νος Βούττιοι. μάρτυροι Ἀλεξιάδας, | |
Λύκων, Φίλων, Ἀγριάδας, Τίμαιος, | |
20 | Νεαῖος, Ἁγήμων, Λέων, Μικκάδας. |