[ ] Lokris, W. — Naupaktos — ca. 135/4 BC
1 στρα̣ταγέοντος τῶν̣ Α̣ἰτ̣ω-
λῶν Φύλακος τὸ εʹ, ἐν δὲ Ναυ-
πάκτοι γραμματέος θεαροῖ[ς]
Λεωνίδα, μηνὸς Διονυσίου ἀπ[έ]-
5 δοτο Ἁγησίπ[π]α Φυλλαία, συν-
ευδοκεόντων καὶ τῶν ὑῶν Ξε-
νοκράτεος, Ἁγεστ̣ρ̣άτου, τοῖ Ἀ-
σκλαπ̣ιοῖ τοῖ ἐν Κρουνοῖς ἐπ’ ἐλευ-
θερίαι σῶ[μ]α γυναικέον, ἇι [ὄ]νο-
10 μα Σωσώ, οἰκογενῆ, τιμᾶς ἀργυ-
ρίου Μ̣Μ. παραμεινάτω δὲ Σωσὼ
ἔτη δʹ, ὅσον μὲν κα χρόν%⁸⁰ον ζῇ Ἁγ[η]-
σίππα, παρ’ Ἀγη%⁸⁰σίππαν, τὸν δὲ λοι-
πὸν χρόνον τῶν δ’ ἐτέων μετὰ τὸ
15 μεταλλάξαι Ἁγησίππαν παρὰ το[ὺς]
ὑοὺς τοὺς Ἁγησίππας Ξενοκράτη
καὶ Ἁγέστρατον ποιοῦσα{ν} τὸ ἐπι-
τασσόμενον· εἰ δὲ μὴ παραμείν[ῃ]
Σωσὼ ἢ μὴ ποιῇ τὸ ἐπιτασσόμε-
20 νον, καθὼς γέγραπται, ἅ τε ὠνὰ
{ἅ τε ὠνὰ} ἀτελὴς ἔστω καὶ οἱ προαπο-
δόται μὴ βεβαιούντω. θρεψάτω δὲ
Σωσὼ ἐν τοῖ χρόνοι, οἷ δεῖ αὐτὰν πα-
ραμεῖναι, παιδάριον ἢ κορίδιον καὶ τὸ
25 τραφὲν Ἁγησίππας καὶ τῶν ὑῶν ἔ-
στω· εἰ δὲ μὴ τρέφει τὸ παιδίον, κα-
θὼς γέγραπται, ἀποτεισάτω Ξε-
νοκράτει καὶ Ἁγεστράτοι ἀργυρί[ου]
Μ. ἄρξει τῶν δ’ ἐτέων ὁ Διονύσ̣ι̣ο[ς]
30 [μὴν ὁ ἐν τᾶι ὠνᾶι. προαποδόται ἐπὶ τοῖς προγεγραμ]μένοις Λέων Ναυπάκτιος, Στράτ[ων]
[Ἁγήμονος Βούττιος. τὰν ὠνὰν φυλάσσοντι οἱ ἄρχοντες]. μάρτυροι Σατυρῖνος, Ἀριστόδαμο̣[ς],
— — — — — — — — — — — — — — — — — — — — — — — —       {²vacat}²
Search Help
Contact Us