[ ] Lokris, W. — Naupaktos — ca. mid-2nd c. BC
1 γραμματεύοντος θεαροῖς ἐν Ναυπάκτωι
  Ν<ικολ>έωνος τοῦ Νικία Ναυπακτίου, ἀρχόν-
  των δὲ ἐν Βουττοῖ Ἁγήμονος, Θέωνος, Λύκου,
  μηνὸς Προκυκλίου ἀπέδοντο Θράσων, Ἁγή-
5   μων, Λάμιος οἱ Εὐξενίδα Βούττιοι τοῖ
  Ἀσκλαπιοῖ τοῖ ἐν Κρουνοῖς ἐπ’ ἐλευθερίαι
  σῶμα ἀνδρεῖον, ὧι ὄνομα Ὀνάσιμος, τὸ γέ-
  νος Μακεδόνα, τιμᾶς ἀργυρίου ΜΜΜΜ.
  προαποδότας κατὰ τὸν νόμον Λάμιος Βούτ-
10   τιος. μάρτυροι Λάμιος Λεοντομένεος, Ἀ-
  γριάδας, Μικκάδας, Λύκος, Ἀριστόμαχος,
  Τιμόλοχος, Λύκων, Θέων. τὰν ὠνὰν φυ-
  λάσσοντι Λάμιος Λεοντομένεος.
Search Help