[ ]
Lokris, W. — Naupaktos — ca. 153/2 BC
1 | στραταγέοντος τῶν Αἰτωλῶν Τριχᾶ Στρα- |
τίου βʹ, ἐν δὲ Βουττοῖ ἄρχοντος Λαμίου | |
τοῦ Ἀλεξομενοῦ, μηνὸς Εὐθυαίου ἀπέ- | |
δοτο Μικκίων Βούττιος τοῖ Ἀσκλαπιοῖ | |
5 | τοῖ ἐν Κρουνοῖς σῶμα ἀνδρεῖον, οἷ ὄνο- |
μα Φιλόξενος, τὸ γένος Ἀμφίλοχον, | |
τιμᾶς ἀργυρίου ΜΜΜΜ. βεβαιωτὴρ | |
κατὰ τὸν νόμον Λάμιος Λεοντομένε- | |
ος Βούττιος. παραμενέτω δὲ Φιλόξε- | |
10 | νος παρὰ Μικκίωνα, ἇς κα ζῇ Μικκίων, |
ποιῶν τὸ ποτιτασσόμενον· εἰ δὲ μὴ ποέ- | |
οι, ἀτελὴς ἁ ὠνὰ ἔστω· εἰ δέ τί κα πάθῃ | |
Μικκίων, τόκα ἁ ὠνὰ κυρία ἔστω καὶ | |
ὁ βεβαιωτὴρ βεβαιούτω τοῖ Ἀσκλαπιοῖ. | |
15 | μάρτυροι Μένων, Φίλων, Νεαῖος, |
․․․ος, Σκορπίων, Εὐριπίδας Βούττιοι, | |
Σάτυρος, Ἀντικράτης, Πολύξενος, | |
Πολύαρχος Ναυπάκτιοι. τὰν ὠνὰν | |
φυλάσσοντι Λάμιος ὁ ἄρχων, Δα- | |
20 | μόξενος Βούττιοι. |
Ἀρίστων, Παυσανίας, | |
Εὔι̣ος, Λέων Φυλλαῖοι, Ἡγήτωρ. |