[ ]
Lokris, W. — Naupaktos — ca. 153/2 BC
| 1 | στραταγέοντος τῶν Αἰτωλῶν Τριχᾶ Στρα- |
| τίου βʹ, ἐν δὲ Βουττοῖ ἄρχοντος Λαμίου | |
| τοῦ Ἀλεξομενοῦ, μηνὸς Εὐθυαίου ἀπέ- | |
| δοτο Μικκίων Βούττιος τοῖ Ἀσκλαπιοῖ | |
| 5 | τοῖ ἐν Κρουνοῖς σῶμα ἀνδρεῖον, οἷ ὄνο- |
| μα Φιλόξενος, τὸ γένος Ἀμφίλοχον, | |
| τιμᾶς ἀργυρίου ΜΜΜΜ. βεβαιωτὴρ | |
| κατὰ τὸν νόμον Λάμιος Λεοντομένε- | |
| ος Βούττιος. παραμενέτω δὲ Φιλόξε- | |
| 10 | νος παρὰ Μικκίωνα, ἇς κα ζῇ Μικκίων, |
| ποιῶν τὸ ποτιτασσόμενον· εἰ δὲ μὴ ποέ- | |
| οι, ἀτελὴς ἁ ὠνὰ ἔστω· εἰ δέ τί κα πάθῃ | |
| Μικκίων, τόκα ἁ ὠνὰ κυρία ἔστω καὶ | |
| ὁ βεβαιωτὴρ βεβαιούτω τοῖ Ἀσκλαπιοῖ. | |
| 15 | μάρτυροι Μένων, Φίλων, Νεαῖος, |
| ․․․ος, Σκορπίων, Εὐριπίδας Βούττιοι, | |
| Σάτυρος, Ἀντικράτης, Πολύξενος, | |
| Πολύαρχος Ναυπάκτιοι. τὰν ὠνὰν | |
| φυλάσσοντι Λάμιος ὁ ἄρχων, Δα- | |
| 20 | μόξενος Βούττιοι. |
| Ἀρίστων, Παυσανίας, | |
| Εὔι̣ος, Λέων Φυλλαῖοι, Ἡγήτωρ. |