[ ]
Lokris, W. — Naupaktos — ca. 151/0 BC
1 | ἐπὶ ἄρχοντος Εὐμήλου ἐν Βου̣[ττ]ο̣[ῖ, μη]- |
νὸς Ἱπποδρομίου ἀπέδοτο Νικ̣ό[στρα]- | |
τος Βούττιος τῶι Ἀσκλαπιῶι τῶι [ἐν Κρο]- | |
υνοῖς σῶμα ἀνδρεῖον. ὧι ὄνομ[α Σ]ω̣[σ․․, τὸ γένος] | |
5 | οἰκογενῆ, τειμᾶς ἀργυρίου 𐅇̣ΜΜ̣ {⁸7 minae}⁸. [βεβαιω]- |
τὴρ κατὰ τὸν νόμον Δαμόξ[ενος {²τοῦ δεῖνος}²(?)] | |
Βούττιος. παραμενέτω δὲ Σ̣ω̣σ̣[․․ παρὰ] | |
Νικόστρατον, ἇς κα ζῇ Νικόστρα[τος, ποιῶν] | |
τὸ ποτιτασσόμενον· εἰ [δὲ τὶ κα πάθῃ] | |
10 | Νικόστρατος, τόκα ἁ ὡνὰ [κυρία ἔστω καὶ] |
ὁ βεβαιωτὴρ βεβαιούτω <τῶι> Ἀσκ[λαπιῶι]· | |
εἰ δέ τι μὴ πειθαρχέοι Σω[σ․․, αὐ]- | |
τοῖ ἐπιτιμέων Νικόστρατος̣ [τρόπωι ὧι κα] | |
θέλῃ κύριος ἔστω. μάρτυροι | |
15 | Τίμαιος, Μικκάδας, Ἀρίστων, |
Ε̣ὐ̣ριπίδας, Φίλων, Λυκίσκος, Φ̣ορ̣[μίων], | |
Ἀλεξιάδας, Πετραῖος. | |
τὰν ὠνὰν φυλάσσοντι οἱ ἄρχον̣[τες] | |
Ε̣ὔ̣μηλος, Ἀμύνανδρος . | |
20 | Βούττιοι. |