[ ] Lokris, W. — Naupaktos — ca. 151/0 BC
1 ἐπὶ ἄρχοντος Εὐμήλου ἐν Βου̣[ττ]ο̣[ῖ, μη]-
νὸς Ἱπποδρομίου ἀπέδοτο Νικ̣ό[στρα]-
τος Βούττιος τῶι Ἀσκλαπιῶι τῶι [ἐν Κρο]-
υνοῖς σῶμα ἀνδρεῖον. ὧι ὄνομ[α Σ]ω̣[σ․․, τὸ γένος]
5 οἰκογενῆ, τειμᾶς ἀργυρίου 𐅇̣ΜΜ̣ {⁸7 minae}⁸. [βεβαιω]-
τὴρ κατὰ τὸν νόμον Δαμόξ[ενος {²τοῦ δεῖνος}²(?)]
Βούττιος. παραμενέτω δὲ Σ̣ω̣σ̣[․․ παρὰ]
Νικόστρατον, ἇς κα ζῇ Νικόστρα[τος, ποιῶν]
τὸ ποτιτασσόμενον· εἰ [δὲ τὶ κα πάθῃ]
10 Νικόστρατος, τόκα ἁ ὡνὰ [κυρία ἔστω καὶ]
ὁ βεβαιωτὴρ βεβαιούτω <τῶι> Ἀσκ[λαπιῶι]·
εἰ δέ τι μὴ πειθαρχέοι Σω[σ․․, αὐ]-
τοῖ ἐπιτιμέων Νικόστρατος̣ [τρόπωι ὧι κα]
θέλῃ κύριος ἔστω. μάρτυροι
15 Τίμαιος, Μικκάδας, Ἀρίστων,
Ε̣ὐ̣ριπίδας, Φίλων, Λυκίσκος, Φ̣ορ̣[μίων],
Ἀλεξιάδας, Πετραῖος.
τὰν ὠνὰν φυλάσσοντι οἱ ἄρχον̣[τες]
Ε̣ὔ̣μηλος, Ἀμύνανδρος .
20   Βούττιοι.
Search Help
Contact Us