[ ]
Lokris, W. — Naupaktos — shortly after 137/6 BC
1 | γραμματεύοντος θεαρῶν |
ἐν Ναυπάκτοι Δαμοκλέος τοῦ | |
Δαμοστράτου, μηνὸς Λαφριαίου | |
ἀπέδοντο Ἀριστέας, Νίκανδρος, Ἐπίλαος | |
5 | οἱ Ξενν̣ία Ἰστώριοι τοῖ Ἀσκλαπιοῖ |
τοῖ ἐν Κρουνοῖς σῶμα γυναικεῖον | |
ἐπ’ ἐλευθερίαι, ἇι ὄνομα Φρυνέα, | |
τὸ γένος Σαρμάτισσαν, τιμᾶς | |
ἀργυρίου ΜΜΜ. βεβαιωτὴρ κατὰ | |
10 | τὸν νόμον Δαμοτέλης Φιλοξέ- |
νου Ἰστώριος. παραμεινάτω δὲ Φρυ- | |
νέα παρὰ Νίκανδρον καὶ Ἀριστέαν | |
<καὶ Ἐπί>λαον ποιοῦσα τὸ ἐπιτασσόμενον, | |
ἕως κα ζῇ ὁ πατὴρ αὐτῶν Ξενίας(!). | |
15 | μάρτυροι, Ἐπικράτης, Ἀπολλώνι- |
ος Ναυπάκτιοι, Ξεννίας, Ἰωνι- | |
αῖος, Δαμοτέλης, Πυρρανοί- | |
δας Ἰστώριοι. |