[ ] Lokris, W. — Naupaktos — shortly after 137/6 BC
1 γραμματεύοντος θεαρῶν
ἐν Ναυπάκτοι Δαμοκλέος τοῦ
Δαμοστράτου, μηνὸς Λαφριαίου
ἀπέδοντο Ἀριστέας, Νίκανδρος, Ἐπίλαος
5 οἱ Ξενν̣ία Ἰστώριοι τοῖ Ἀσκλαπιοῖ
τοῖ ἐν Κρουνοῖς σῶμα γυναικεῖον
ἐπ’ ἐλευθερίαι, ἇι ὄνομα Φρυνέα,
τὸ γένος Σαρμάτισσαν, τιμᾶς
ἀργυρίου ΜΜΜ. βεβαιωτὴρ κατὰ
10 τὸν νόμον Δαμοτέλης Φιλοξέ-
νου Ἰστώριος. παραμεινάτω δὲ Φρυ-
νέα παρὰ Νίκανδρον καὶ Ἀριστέαν
<καὶ Ἐπί>λαον ποιοῦσα τὸ ἐπιτασσόμενον,
ἕως κα ζῇ ὁ πατὴρ αὐτῶν Ξενίας(!).
15 μάρτυροι, Ἐπικράτης, Ἀπολλώνι-
ος Ναυπάκτιοι, Ξεννίας, Ἰωνι-
αῖος, Δαμοτέλης, Πυρρανοί-
δας Ἰστώριοι.
Search Help
Contact Us