[ ]
Lokris, W. — Naupaktos — ca. 153/2 BC
1 | γραμματεύοντος θεα- |
ροῖς Φίλωνος τοῦ Μενεμάχου, μηνὸς Ἱπποδρο- | |
μίου ἀπέδοντο Δαμώ, Λύκος Καφρεῖς τοῖ Ἀσκλαπιοῖ | |
τοῖ ἐν Κρουνοῖς παιδάριον καὶ κορίδιον οἰκογενῆ ἐπ’ ἐ- | |
5 | λευθερίαι, οἷς ὀνόματα τοῖ μὲν παιδαρίοι Ἀριστοκράτης, |
τοῖ δὲ κορασίοι Νικάσιον, τιμᾶς ἀργυρίου 𐅇 {⁸5 minae}⁸. προαποδότας | |
κατὰ τὸν νόμον Μενέστρατος Θεοδώρου Ποτιδανιεύς. | |
μάρτυροι Ἀντίμαχος, Γλαῦκος, Δαΐλοχος, Δικαίαρχος | |
Καφρεῖς, Λάμπις, Λάμιος Βούττιοι, Τείσαρχος Ναυπά- | |
10 | κτιος. τὰν ὠνὰν φυλάσσοντι οἱ ἄρχοντες τῶν Βουττί- |
ων Λάμιος Ἀλεξομενοῦ Βούττιος, <τῶν Ναυπακτίων> Τείσαρχος Λύκου | |
Ναυπάκτιος. |