[ ] Lokris, W. — Naupaktos — ca. 500 BC
A.a.1 τεθμὸς ὄδε περὶ τᾶς γᾶς βέβαιος ἔστο κὰτ τὸν
ἀνδαιθμὸν Πλακὸς ὘λίας καὶ Λισκαρίας καὶ το͂ν ἀ-
ποτόμον καὶ το͂ν δαμοσίον. ἐπινομία δ’ ἔστο γο-
νεῦσιν καὶ παιδί, αἰ δὲ μὲ παῖς εἴε, κόραι, αἰ δὲ μὲ κόρα εἴε,
5 ἀδελφεο͂ι, αἰ δὲ μὲ ἀδελφεὸ<ς> εἴε, ἀνχιστέδαν ἐπινεμέσθο κὰ<τ> τὸ
δίκαιον, αἰ δὲ μὲ τοὶ ἐπίνομοι ΟΙΙ〚ΟΝ〛 ℎότι δέ κα φυτεύσεται,
ἄσυλος ἔ{ι}στο {²⁶ἔστο}²⁶, αἰ μὲ πολέμοι ἀνανκαζομένοις δόξξαι ἀ-
νδράσιν ℎενὶ κἐκατὸν ἀριστίνδαν το͂ι πλέθει ἄνδρας δια-
κατίος μεῖστον ἀξξιομάχος ἐπιϝοίκος ἐφάγεσθαι. ℎόστ-
10 ις δὲ δαιθμὸν ἐνφέροι ἒ ψᾶφον διαφέροι ἐν πρείγαι, ἐν πόλι, ἐ-
ν ἀποκλεσίαι ἒ στάσιν ποιέοι περὶ γαδαισίας, αὐτὸς μὲ-
ν ϝερρέτο καὶ γενεὰ ἄματα πάντα, χρέματα δὲ δαμευόσθον
καὶ ϝοικία κατασκαπτέσθο κὰτ τὸν ἀνδρεφονικὸν τετμ-
όν. ὄδε τετθμὸς ἰαρὸς ἔστο το͂ Ἀπόλλονος το͂ Πυθίο καὶ το͂ν συνν-
15 [άον· ἐ͂μεν το͂ι τα]ῦτα παρβαίνοντι ἐξξόλειαν αὐτο͂ι καὶ γενεᾶι καὶ πά-
ντ̣εσιν, το͂ι δ’ εὐσεβέοντι ℎίλαος ἔσστο. ἀ δὲ γ[ᾶ τὸ μὲν ἔμισον]
B.a.17 κομίζοιεν, ἀξιοδότας ἔστο τὰν αὐτο͂ ὄιτινι χρέιζοι.
17a                  {²vacat unus versus}²
18 το͂ν ὐπαπροσθιδίον ἔστο, τὸ δ’ ἔμισον το͂ν ἐπιϝοίκον ἔσ-
<τ>ο.
19a                  {²vacat unus versus}²
20 τὸς δὲ κοίλος μόρος διαδόντο ∶ ἀλλαγὰ δὲ βέβαιο-
ς ἔστο, ἀλαζέσθο δὲ ἀντὶ το͂ ἀρχο͂.
b.21a            {²versus qui sequuntur inversi sunt}²
22 [αἰ δὲ τοὶ] δαμιοργοὶ κερδαίνοιεν ἄλλο
το͂ν γεγραμένον, ℎιαρὸν το͂ Ἀπόλλο-
νος ∶ ἐχέτο ἄγαλμα δι’ ἐννέα ϝετ-
25 έον καὶ μὲ ποτιγράψαι κέρδος.
Search Help
Contact Us