[ ]
Lokris, W. — Naupaktos — ca. 500 BC
| A.a.1 | τεθμὸς ὄδε περὶ τᾶς γᾶς βέβαιος ἔστο κὰτ τὸν |
| ἀνδαιθμὸν Πλακὸς λίας καὶ Λισκαρίας καὶ το͂ν ἀ- | |
| ποτόμον καὶ το͂ν δαμοσίον. ἐπινομία δ’ ἔστο γο- | |
| νεῦσιν καὶ παιδί, αἰ δὲ μὲ παῖς εἴε, κόραι, αἰ δὲ μὲ κόρα εἴε, | |
| 5 | ἀδελφεο͂ι, αἰ δὲ μὲ ἀδελφεὸ<ς> εἴε, ἀνχιστέδαν ἐπινεμέσθο κὰ<τ> τὸ |
| δίκαιον, αἰ δὲ μὲ τοὶ ἐπίνομοι ΟΙΙ〚ΟΝ〛 ℎότι δέ κα φυτεύσεται, | |
| ἄσυλος ἔ{ι}στο {²⁶ἔστο}²⁶, αἰ μὲ πολέμοι ἀνανκαζομένοις δόξξαι ἀ- | |
| νδράσιν ℎενὶ κἐκατὸν ἀριστίνδαν το͂ι πλέθει ἄνδρας δια- | |
| κατίος μεῖστον ἀξξιομάχος ἐπιϝοίκος ἐφάγεσθαι. ℎόστ- | |
| 10 | ις δὲ δαιθμὸν ἐνφέροι ἒ ψᾶφον διαφέροι ἐν πρείγαι, ἐν πόλι, ἐ- |
| ν ἀποκλεσίαι ἒ στάσιν ποιέοι περὶ γαδαισίας, αὐτὸς μὲ- | |
| ν ϝερρέτο καὶ γενεὰ ἄματα πάντα, χρέματα δὲ δαμευόσθον | |
| καὶ ϝοικία κατασκαπτέσθο κὰτ τὸν ἀνδρεφονικὸν τετμ- | |
| όν. ὄδε τετθμὸς ἰαρὸς ἔστο το͂ Ἀπόλλονος το͂ Πυθίο καὶ το͂ν συνν- | |
| 15 | [άον· ἐ͂μεν το͂ι τα]ῦτα παρβαίνοντι ἐξξόλειαν αὐτο͂ι καὶ γενεᾶι καὶ πά- |
| ντ̣εσιν, το͂ι δ’ εὐσεβέοντι ℎίλαος ἔσστο. ἀ δὲ γ[ᾶ τὸ μὲν ἔμισον] | |
| B.a.17 | κομίζοιεν, ἀξιοδότας ἔστο τὰν αὐτο͂ ὄιτινι χρέιζοι. |
| 17a | {²vacat unus versus}² |
| 18 | το͂ν ὐπαπροσθιδίον ἔστο, τὸ δ’ ἔμισον το͂ν ἐπιϝοίκον ἔσ- |
| <τ>ο. | |
| 19a | {²vacat unus versus}² |
| 20 | τὸς δὲ κοίλος μόρος διαδόντο ∶ ἀλλαγὰ δὲ βέβαιο- |
| ς ἔστο, ἀλαζέσθο δὲ ἀντὶ το͂ ἀρχο͂. | |
| b.21a | {²versus qui sequuntur inversi sunt}² |
| 22 | [αἰ δὲ τοὶ] δαμιοργοὶ κερδαίνοιεν ἄλλο |
| το͂ν γεγραμένον, ℎιαρὸν το͂ Ἀπόλλο- | |
| νος ∶ ἐχέτο ἄγαλμα δι’ ἐννέα ϝετ- | |
| 25 | έον καὶ μὲ ποτιγράψαι κέρδος. |