[ ]
Lakonia — Sparta — mid-2nd c. BC — IG V,1.29; Syll.(3) 669
1 | ἐπὶ ἱεραπόλου τοῖ Ἀπόλλωνι τοῖ Ἀ- |
κτίοι Θευδότου τοῦ Σώτωνος Ἀνα- | |
κτοριέος, γραμματέος δὲ τᾶι βου- | |
λᾶι Κλεάνδρου τοῦ Λυκίσκου Ἀνα- | |
5 | κτοριέος, προμνάμονος δὲ Σωπά- |
τρου τοῦ Σωτίωνος Ἀνακτοριέος | |
καὶ συμπρομναμόνων Ἀριστάν- | |
δρου τοῦ Ἀρχεστράτου <Θ>υρρείου, | |
Ἀλεξιμάχου τοῦ Καρδαμίωνος Λι- | |
10 | μναίου, Φιλιστίωνος τοῦ Δεξάν- |
δ<ρ>ου Ματροπολίτα, μηνὸς Κουρο- | |
τρόπου vvvvv ἔδοξε τᾶι βουλᾶι καὶ | |
τοῖ κοινοῖ τῶν Ἀκαρνάνων· προξένους | |
εἶμεγ καὶ εὐεργέτας τοῦ κοινοῦ | |
15 | τῶν Ἀκαρνάνωγ κατὰ τὸν νόμον Γόρ- |
γιν Ἀλκαμένεος, Δαμαισίδαν Ἀν- | |
δροβόλου, Λαχάρη Ἐπηράτου Λακε- | |
δαιμονίους αὐτοὺς καὶ ἐκγόνους | |
καὶ εἶμεν αὐτοῖς ἀσφάλειαγ καὶ ἀ- | |
20 | συλίαγ καὶ πολέμου καὶ εἰράνας |
καὶ γᾶς καὶ οἰκίας ἔγκτησιν καὶ | |
τὰ ἄλλα τίμια καὶ φιλάνθρωπα πάν- | |
τα, ὅσα καὶ τοῖς ἄλλοις προξένοις | |
καὶ εὐεργέταις τοῦ κοινοῦ τῶν Ἀ- | |
25 | καρνάνων ὑπάρχει. |