IG IX,1² 2:588
[ ] Lakonia — Sparta — mid-2nd c. BC — IG V,1.29; Syll.(3) 669
1 ἐπὶ ἱεραπόλου τοῖ Ἀπόλλωνι τοῖ Ἀ-
κτίοι Θευδότου τοῦ Σώτωνος Ἀνα-
κτοριέος, γραμματέος δὲ τᾶι βου-
λᾶι Κλεάνδρου τοῦ Λυκίσκου Ἀνα-
5 κτοριέος, προμνάμονος δὲ Σωπά-
τρου τοῦ Σωτίωνος Ἀνακτοριέος
καὶ συμπρομναμόνων Ἀριστάν-
δρου τοῦ Ἀρχεστράτου <Θ>υρρείου,
Ἀλεξιμάχου τοῦ Καρδαμίωνος Λι-
10 μναίου, Φιλιστίωνος τοῦ Δεξάν-
δ<ρ>ου Ματροπολίτα, μηνὸς Κουρο-
τρόπου vvvvv ἔδοξε τᾶι βουλᾶι καὶ
τοῖ κοινοῖ τῶν Ἀκαρνάνων· προξένους
εἶμεγ καὶ εὐεργέτας τοῦ κοινοῦ
15 τῶν Ἀκαρνάνωγ κατὰ τὸν νόμον Γόρ-
γιν Ἀλκαμένεος, Δαμαισίδαν Ἀν-
δροβόλου, Λαχάρη Ἐπηράτου Λακε-
δαιμονίους αὐτοὺς καὶ ἐκγόνους
καὶ εἶμεν αὐτοῖς ἀσφάλειαγ καὶ ἀ-
20 συλίαγ καὶ πολέμου καὶ εἰράνας
καὶ γᾶς καὶ οἰκίας ἔγκτησιν καὶ
τὰ ἄλλα τίμια καὶ φιλάνθρωπα πάν-
τα, ὅσα καὶ τοῖς ἄλλοις προξένοις
καὶ εὐεργέταις τοῦ κοινοῦ τῶν Ἀ-
25 καρνάνων ὑπάρχει.
Search Help
Contact Us