[ ] Ionia — Didyma — ca. 200 BC — I.Did. 487
— — — — — — — — — — — — — — — — — — — — — — — — — — —
1 ․․․α συγγενῆ τῶν [— — — — —c.28-30— — — — — ἄνδρας κα]-
λοὺς κἀγαθοὺς χειροτονήσας δ̣[ικαστὰς τᾶι πόλι], ὁμοίως δὲ τ̣[οὺς]
δικαστὰς, διότι τάν τε ἐνδαμίαν ἐποιήσαντο ἀξίως τοῦ ἐξαποσ̣-
τείλαντος δάμου καὶ αὐτοσαυτῶν καὶ τᾶς πόλιος τῶν Στρατίων̣,
5 καὶ δεδόσθαι αὐτοῖς ἀρετᾶς ἕνεκε vv καὶ δικαιοσύνας προξενίαν καὶ
πολιτείαν καὶ αὐτοῖς καὶ ἐγγόνοις κατὰ τὸν νόμον καὶ γᾶς ἔνκτησιν
καὶ οἰκίας καὶ ἀτέλειαν· ὑπάρχειν δὲ καὶ τὰ λοιπὰ τίμια, ὅσα τοῖς λοιποῖς
προξένοις καὶ εὐεργέταις τᾶς πόλιος τῶν Στρατίων, ἐχόντοις ἀσφά-
λειαν καὶ ἀσυλίαν καὶ αὐτοῖς καὶ χρημάτοις καὶ πολέμου καὶ εἰράν[ας]
10 τὰ ἀπὸ Στρατίων καὶ τῶν ἐν Στρατίωι κατοικεόντων. ὅπως δὲ ἁ π[ρο]-
[ξ]ενία ἀναγραφῇ καὶ τὸ ψάφισμα ἐν τῶι ἐμφανεῖ, καθ’ ὅν κα τρόπον [φαί]-
[ν]ηται ἐπιτάδειον εἶμεν, ἐπιμέλειαν ποιήσασθαι τοὺς ἐνάρχο[υς]
ἄρχοντας· δόμεν δὲ τοὺς ἄρχοντας καὶ τοῦ ψαφίσματος τ̣[ού]-
του ἀντίγραφον τοῖς δικασταῖς καὶ τὸν δᾶμον τὸν Μιλησίων ἀξ̣[ιωμέ]-
15 νον εἶμεν ἀπὸ τᾶς πόλιος τῶν Στρατίων, ὅπως ἀναγράψῃ α[ὐτὸ ἔν]
τε τῶι τοῦ Ἀπόλλωνος ἱερῶι καὶ ἐν τῶι τοῦ Ἀπόλλωνος τοῦ [Διδυ]-
μέως.
Search Help
Contact Us