[ ] Akarnania — Thyrrheion — 2nd/1st c. BC
1 πένθεα καὶ στοναχὰς λ‵ε′ίπω, ξένε, πατρὶ Φιλίσκωι
ματρί τε δυστάνοι βὰς Ἀΐδαο δόμους,
ἄρκου ὑπὸ στυγερᾶς ὀλέσας βίον, ἅ με βιαίως
ὤλεσε σαρκὸς ἐμᾶς δραξαμένα γένυσιν.
5 θνάσκω δ’ ἐννεάδεσσιν ἐτῶν τρισί· Μοῖρα γὰρ οὕτως
ἆγέ με δύστανον βάμεναι ‵ε′ἰς Ἀΐδαν.
χηρεύει θάλαμός μοι, ἐγὼ δ’ ὑπὸ νέρτερα γαίας
ναίω τὸν σκοτερὸν δερκόμενος θάλαμον,
ἔνθα μοι οὔτ’ ἄλοχος παρακλείνεται οὔτε πατρὸς μου,
10 οὐ ματρὸς φωνὰν δέρκομαι εἰς ἀκοάς·
ἀλλ’ Ἀΐδα σκότιον Τιμέλαν νέφος ἀμφικαλύπτει·
δύσμορος εἰς οἵαν μοῖραν ἔκυρσα βίου.
Search Help
Contact Us