[ ] Akarnania — Thyrrheion — 2nd c. BC
1 [Φιλον]|αύτα                                          Λέων|ος.
           καὶ λόγον αὐξήσαντα καὶ ἐν λιγυαχέσι Μούσαις
           κεκριμένον κρύπτει Σώπολιν ἅδε κόνις,
           Θυρρείου ναετῆρα, μεγαυχήτοιο Λέοντος
5            κοῦρον, ἀμωμήτου σωφροσύνης κανόνα·
           ὃν πᾶς μὲν φιλέεσκεν, ὑπερφιάλων δὲ πρὸς ἐχθρῶν
           [ὤ]λετο φοινίξας ἀπροτίοπτον Ἄρη·
           [ἀ]λλ’ εἰ καὶ νέος ἦλθεν ὑπὸ ζόφον, οὐ μὲν ἀσάμως
           [τὰν] ἀρετὰν λε̣ί̣π̣ει ζῶσαν ὑπ’ ἀελίωι.
Search Help
Contact Us