[ ]
Akarnania — Thyrrheion — 2nd c. BC
1 | [Φιλον]|αύτα Λέων|ος. |
καὶ λόγον αὐξήσαντα καὶ ἐν λιγυαχέσι Μούσαις | |
κεκριμένον κρύπτει Σώπολιν ἅδε κόνις, | |
Θυρρείου ναετῆρα, μεγαυχήτοιο Λέοντος | |
5 | κοῦρον, ἀμωμήτου σωφροσύνης κανόνα· |
ὃν πᾶς μὲν φιλέεσκεν, ὑπερφιάλων δὲ πρὸς ἐχθρῶν | |
[ὤ]λετο φοινίξας ἀπροτίοπτον Ἄρη· | |
[ἀ]λλ’ εἰ καὶ νέος ἦλθεν ὑπὸ ζόφον, οὐ μὲν ἀσάμως | |
[τὰν] ἀρετὰν λε̣ί̣π̣ει ζῶσαν ὑπ’ ἀελίωι. |