[ ]
Akarnania — Thyrrheion — 2nd c. BC
| 1 | [Φιλον]|αύτα Λέων|ος. |
| καὶ λόγον αὐξήσαντα καὶ ἐν λιγυαχέσι Μούσαις | |
| κεκριμένον κρύπτει Σώπολιν ἅδε κόνις, | |
| Θυρρείου ναετῆρα, μεγαυχήτοιο Λέοντος | |
| 5 | κοῦρον, ἀμωμήτου σωφροσύνης κανόνα· |
| ὃν πᾶς μὲν φιλέεσκεν, ὑπερφιάλων δὲ πρὸς ἐχθρῶν | |
| [ὤ]λετο φοινίξας ἀπροτίοπτον Ἄρη· | |
| [ἀ]λλ’ εἰ καὶ νέος ἦλθεν ὑπὸ ζόφον, οὐ μὲν ἀσάμως | |
| [τὰν] ἀρετὰν λε̣ί̣π̣ει ζῶσαν ὑπ’ ἀελίωι. |