[ ] Akarnania — Thyrrheion — 3rd c. BC?
1 τὸμ Μούσαις, ὦ ξεῖνε, τετιμένον ἐνθάδε κρύπτει
Τιμόκριτογ κόλπωι κυδιάνειρα κόνις·
Αἰτωλῶν γὰρ παισὶ πάτρας ὕπερ εἰς ἔριν ἐλθὼν
ὡγαθὸς ἢ νικᾶν ἤθελε ἢ τεθνάναι.
5 πίπτει δ’ ἐμ προμάχοισι λιπὼμ πατρὶ μυρίον ἄλγος,
ἀλλὰ τὰ παιδείας οὐκ ἀπέκρυπτε καλά·
Τυρταίου δὲ Λάκαιναν ἐνὶ στέρνοισι φυλάσσων
ῥῆσιν τὰν ἀρετὰν εἵλετο πρόσθε βίου.
Search Help