[ ]
Akarnania — Thyrrheion — 3rd c. BC?
1 | τὸμ Μούσαις, ὦ ξεῖνε, τετιμένον ἐνθάδε κρύπτει |
Τιμόκριτογ κόλπωι κυδιάνειρα κόνις· | |
Αἰτωλῶν γὰρ παισὶ πάτρας ὕπερ εἰς ἔριν ἐλθὼν | |
ὡγαθὸς ἢ νικᾶν ἤθελε ἢ τεθνάναι. | |
5 | πίπτει δ’ ἐμ προμάχοισι λιπὼμ πατρὶ μυρίον ἄλγος, |
ἀλλὰ τὰ παιδείας οὐκ ἀπέκρυπτε καλά· | |
Τυρταίου δὲ Λάκαιναν ἐνὶ στέρνοισι φυλάσσων | |
ῥῆσιν τὰν ἀρετὰν εἵλετο πρόσθε βίου. |