[ ]
Akarnania — Thyrrheion — 3rd c. BC?
| 1 | τὸμ Μούσαις, ὦ ξεῖνε, τετιμένον ἐνθάδε κρύπτει |
| Τιμόκριτογ κόλπωι κυδιάνειρα κόνις· | |
| Αἰτωλῶν γὰρ παισὶ πάτρας ὕπερ εἰς ἔριν ἐλθὼν | |
| ὡγαθὸς ἢ νικᾶν ἤθελε ἢ τεθνάναι. | |
| 5 | πίπτει δ’ ἐμ προμάχοισι λιπὼμ πατρὶ μυρίον ἄλγος, |
| ἀλλὰ τὰ παιδείας οὐκ ἀπέκρυπτε καλά· | |
| Τυρταίου δὲ Λάκαιναν ἐνὶ στέρνοισι φυλάσσων | |
| ῥῆσιν τὰν ἀρετὰν εἵλετο πρόσθε βίου. |