[ ]
Akarnania — Thyrrheion — 210 BC
1 | Λ̣ΙΝΩΝΤΑΙΟ̣․․․[— — — — — — — — πο]- |
τ̣ὶ τούτους πάντας [εὐθὺς τὸν πόλεμον(?) οἱ] | |
[ἄ]ρχοντες τῶν Αἰτωλῶ[ν πρ]ασ̣[σόντω]- | |
σ̣αν, ὥς κα θέλῃ πεπρᾶχθαι. εἰ δέ τινές κα τού̣- | |
5 | τ̣ων τῶν ἐθνῶν οἱ Ῥωμαῖοι πόλεις κατὰ κρα- |
τος λάβωντι, ταύτας τὰς πόλεις καὶ τὰς | |
[χ]ώρας ἕνεκεν τοῦ δάμου τῶν Ῥωμαίων | |
τῶι δάμωι τῶι τῶν Αἰτωλῶν ἔχειν ἐξέστω· | |
[ὃ] δέ κα παρὲξ τᾶς πόλιος καὶ τᾶς χώρας Ῥωμαῖ- | |
10 | οι λάβωντι, Ῥωμαῖοι ἐχόντωσαν. εἰ δὲ τινάς κα |
ταυτᾶν τᾶμ πολίων Ῥωμαῖοι καὶ Αἰτωλοὶ κοι- | |
νᾶι λάβωντι, ταύτας τὰς πόλεις καὶ τὰς χώ- | |
[ρα]ς ἕνεκεν τοῦ δάμου <τῶν Ῥωμαίων> Αἰτωλοῖς ἔχειν ἐξέ- | |
[σ]τω· ὃ δὲ κα παρὲξ τᾶς πόλιος λάβωντι, κοινᾶ[ι] | |
15 | [ἀ]μφοτέρ[ω]ν ἔστω. εἰ δέ τινάς κα ταυτᾶν τᾶμ |
[πο]λίων ποτὶ Ῥωμαίους ἢ ποτ’ Αἰτωλοὺς ποθί- | |
[στ]ανται ἢ ποτιχωρήσωντι, τούτους τοὺς | |
[ἀνθ]ρ[ώ]πους καὶ τὰς πόλιας καὶ τὰς χώρας ἕ- | |
[νεκεν τοῦ δ]άμου τῶν Ῥωμαίων τοῖς Αἰτωλοῖς | |
20 | [εἰς τὸ αὐτῶν] πολίτευμα ποτιλαμβάνειν |
[ἐξέστω· ․․․․9․․․․]αντ̣ω̣ν αὐτονόμων | |
[— — —c.17— — — τα]ύ̣τας τοῦ ἀπὸ Ῥρω- | |
[μαίων — — —c.16— — —]αι τὰν εἰρήν[αν] | |
— — — — — — — — — — — — — — —ΟΥΤ— — — |