[ ] Akarnania — Thyrrheion — 210 BC
1 Λ̣ΙΝΩΝΤΑΙΟ̣․․․[— — — — — — — — πο]-
τ̣ὶ τούτους πάντας [εὐθὺς τὸν πόλεμον(?) οἱ]
[ἄ]ρχοντες τῶν Αἰτωλῶ[ν πρ]ασ̣[σόντω]-
σ̣αν, ὥς κα θέλῃ πεπρᾶχθαι. εἰ δέ τινές κα τού̣-
5 τ̣ων τῶν ἐθνῶν οἱ Ῥωμαῖοι πόλεις κατὰ κρα-
τος λάβωντι, ταύτας τὰς πόλεις καὶ τὰς
[χ]ώρας ἕνεκεν τοῦ δάμου τῶν Ῥωμαίων
τῶι δάμωι τῶι τῶν Αἰτωλῶν ἔχειν ἐξέστω·
[ὃ] δέ κα παρὲξ τᾶς πόλιος καὶ τᾶς χώρας Ῥωμαῖ-
10 οι λάβωντι, Ῥωμαῖοι ἐχόντωσαν. εἰ δὲ τινάς κα
ταυτᾶν τᾶμ πολίων Ῥωμαῖοι καὶ Αἰτωλοὶ κοι-
νᾶι λάβωντι, ταύτας τὰς πόλεις καὶ τὰς χώ-
[ρα]ς ἕνεκεν τοῦ δάμου <τῶν Ῥωμαίων> Αἰτωλοῖς ἔχειν ἐξέ-
[σ]τω· ὃ δὲ κα παρὲξ τᾶς πόλιος λάβωντι, κοινᾶ[ι]
15 [ἀ]μφοτέρ[ω]ν ἔστω. εἰ δέ τινάς κα ταυτᾶν τᾶμ
[πο]λίων ποτὶ Ῥωμαίους ἢ ποτ’ Αἰτωλοὺς ποθί-
[στ]ανται ἢ ποτιχωρήσωντι, τούτους τοὺς
[ἀνθ]ρ[ώ]πους καὶ τὰς πόλιας καὶ τὰς χώρας ἕ-
[νεκεν τοῦ δ]μου τῶν Ῥωμαίων τοῖς Αἰτωλοῖς
20 [εἰς τὸ αὐτῶν] πολίτευμα ποτιλαμβάνειν
[ἐξέστω· ․․․․9․․․․]αντ̣ω̣ν αὐτονόμων
[— — —c.17— — — τα]ύ̣τας τοῦ ἀπὸ Ῥρω-
[μαίων — — —c.16— — —]αι τὰν εἰρήν[αν]
— — — — — — — — — — — — — — —ΟΥΤ— — —
Search Help
Contact Us