[ ] Akarnania — Thesis Lekka
1          Μαχάτας <ἐ>πόησε.
τὸν Διὸς Ἀλκμήνης τε γόνον τιμαῖσιν ἀέξων
υἱὸς Λασθένεος στῆσεν ἄγαλμα τόδε
μνήμην ἀθάνατον σώζων πατρός τε καὶ αὑτοῦ,
5 Λαφάνεος, κλεινῷ Λοξίου ἐν τεμένει.
Search Help