[ ] Attica — Athens — ca. 255 BC — IG II² 680; Syll(3) 408
5                            ... τὸ κοινὸν τὸ τῶν Αἰτ-
[ωλ]ῶν ἀποδεικνύμενον τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν
[ἐψ]φισται τὸν ἀγῶνα τὸν τῶν Σωτηρίων τιθέναι τῶι Δι-
[ὶ τ]ῶι Σωτῆρι καὶ τῶι Ἀπόλλωνι τῶι Πυθίωι ὑπόμνημα τῆ-
[ς μ]άχης τῆς γενομένης πρὸς τοὺς βαρβάρους τοὺς ἐπισ-
10 [τ]ρατεύσαντας ἐπί τε τοὺς Ἕλληνας καὶ τὸ τοῦ Ἀπόλλωνος ἱε-
ρὸν τὸ κοινὸν τῶν Ἑλλήνων ...
                             ... v καὶ περὶ τούτων τὸ κοι-
[νὸν τ]ῶν Αἰτωλῶν καὶ ὁ στρατηγὸς Χαρίξενος ἀπεστάλκ-
15 [ασι πρὸς τ]ὸν δ[ῆμο]ν πρεσβείαν τὴν διαλεξομένην, ὅπως
[ἂν ἀποδέχηται ὁ δῆμος [τ][ν ἀ]γ[ῶ]ν[α, τὸμ μ]ὲν μουσικὸν ἰσο-
[πύθιον, τὸν δὲ γυμνικὸν καὶ ἱππικὸν ἰσονέμ]εον v ταῖ[ς]
[τε ἡλικίαις καὶ ταῖς τιμαῖς — — —].
Search Help
Contact Us