[ ] Aegean Isl. — Lesbos: Mytilene — 214/3? BC — IG XII,2.15
1 [ἔ]δοξε τοῖς Αἰτωλοῖς· ποτὶ τοὺς Μυτιληναίους
[τ]ὰν φιλίαν τὰν ὑπάρχουσαν διαφυλάσσειν καὶ μηθ[έ]-
να ἄγειν Αἰτωλῶν μηδὲ τῶν ἐν Αἰτωλίαι πολιτευόν-
των πρὸς Μυτιληναίοις(!) μηδαμόθεν ὁρμώμενον
5 μήτε ποτ’ Ἀμφικτυονικὸν μήτε ποτ’ ἄλλο ἔγκλημα
μηθέν· εἰ δέ τίς κα ῥυσιάζῃ ἢ ἄγῃ, τὰ μὲν ἐνφανέα ἀν[α]-
πράσσειν τὸν στρόταγον ἀεὶ τὸν ἔναρχον ὄντα
καὶ ἀποδιδόμεν τοῖς Μυτιληναίοις, τῶν δὲ ἀφανέων
καταδικάζοντας τοὺς συνέδρους κατὰ τῶν ἀγόν-
10 των καὶ ῥυσιαζόντων ζαμίαν, ἅν κα δοκιμάζωντι,
[κ]υρίους εἶμεν. πρεσβευταὶ v Εὔνομος Θηρίου,
Μελέδημος v Ἄβαντος.
Search Help
Contact Us