[ ]
Aegean Isl. — Lesbos: Mytilene — 214/3? BC — IG XII,2.15
1 | [ἔ]δοξε τοῖς Αἰτωλοῖς· ποτὶ τοὺς Μυτιληναίους |
[τ]ὰν φιλίαν τὰν ὑπάρχουσαν διαφυλάσσειν καὶ μηθ[έ]- | |
να ἄγειν Αἰτωλῶν μηδὲ τῶν ἐν Αἰτωλίαι πολιτευόν- | |
των πρὸς Μυτιληναίοις(!) μηδαμόθεν ὁρμώμενον | |
5 | μήτε ποτ’ Ἀμφικτυονικὸν μήτε ποτ’ ἄλλο ἔγκλημα |
μηθέν· εἰ δέ τίς κα ῥυσιάζῃ ἢ ἄγῃ, τὰ μὲν ἐνφανέα ἀν[α]- | |
πράσσειν τὸν στρόταγον ἀεὶ τὸν ἔναρχον ὄντα | |
καὶ ἀποδιδόμεν τοῖς Μυτιληναίοις, τῶν δὲ ἀφανέων | |
καταδικάζοντας τοὺς συνέδρους κατὰ τῶν ἀγόν- | |
10 | των καὶ ῥυσιαζόντων ζαμίαν, ἅν κα δοκιμάζωντι, |
[κ]υρίους εἶμεν. πρεσβευταὶ v Εὔνομος Θηρίου, | |
Μελέδημος v Ἄβαντος. |