[ ] Phokis — Delphi — ca. 182 BC — Syll(3).629
[θε]ός. [τύ]χα.
1 [ἔδοξε τοῖς] Αἰτωλοῖς· [ἐπ]εὶ βασιλεὺς Εὐμένης ὑπάρχων φίλος καὶ σύμμαχος διὰ προγόνων τὰν οὖσα[ν ἐκ πα]-
[λαιῶν χρόνων ε]ὔνοιαν ἐμ παντὶ κ%⁸⁰αιρῶι φανερὸς γίνεται συναύξων, καὶ πολλὰς καὶ μεγάλας ἀποδείξε[ις]
[πεποίηται τ]ᾶς ἐν τὸ ἔθνος εὐνοίας καὶ τοὺς ἄλλους Ἕλλανας, ἀεὶ τὰ συμφέροντα διαπρασσόμενο[ς],
[σπουδᾶς καὶ] φιλοτιμίας οὐθὲν ἐνλείπων, γεγονότων τε αὐτοῖ πολλῶν καὶ μεγάλων εὐαμερημά[των]
5 [κατὰ τοὺς π]ολέμους ἐπαυξηκὼς τὰμ βασιλείαν καὶ ἐν τὰν καλλίσταν διάθεσιν ἀγνηκὼς κέκρικε
[συντελεῖν] ἀγῶνας καὶ θυσίας τᾶι Ἀθάναι τᾶι Νικαφόρωι μετὰ τῶν ἀδελφῶν καὶ τοῦ δάμου τῶν
[Περγαμηνῶ]ν, περὶ πλείστου ποιούμενος τὰν ποτὶ τοὺς θεοὺς εὐσέβειαν, παρακαλεῖ [δ]ὲ καὶ το[ὺς]
[Αἰτωλοὺς ἐ]ξαπ[ε]σταλκὼς θεωροὺς Πέρσαν, Θεόλυτον, Κτήσιππον ἀ%⁸⁰ποδέξασθαι τοὺς ἀγῶνας
[τῶν Νικαφ]ορίων στεφανίτας, τὸμ μὲν μουσικὸν ἰσοπύθιον, τὸν δὲ γυμνικὸν καὶ ἱππικὸν ἰσολύμπιον,
10 [καὶ ὡσαύτ]ως ἄσυλον τὸ τέμενος τᾶς Ἀθάνας τᾶς Νικαφόρου, δεδόχθαι τοῖς Αἰτωλοῖς· [ἐπ]αινέσαι
[μὲν βασιλέ]α Εὐμένη καὶ τοὺς ἀδελφοὺς αὐτοῦ Ἄτταλον, Φιλέταιρον, Ἀθήναιον καὶ βασίλισσαν
[Ἀπολλωνίδα] τὰμ ματέρα αὐτῶν καὶ τὸν δᾶμον τῶν Περγαμηνῶν ἐπὶ τᾶι ποτὶ τοὺς [θεοὺ]ς εὐσεβεί[αι]
[καὶ στεφανῶ]σαι ἕκαστον αὐτῶν εἰκόνι χρυσέαι, τὸμ μὲν βασιλέα ἐφ’ ἱππου, τοὺς δὲ ἀ[δελφοὺς πεζικᾶι],
[ἀρετᾶς ἕνεκε]ν καὶ εὐνοίας τᾶς εἰς τοὺς θεούς. ἀποδεδέχθαι δὲ καὶ τοὺς ἀγῶνας τῶ[ν Νικαφορίων οὓς]
15 [συντελεῖ βασ]ιλεὺς Εὐμένης [σ]τεφανίτας, τὸμ μὲν μουσικὸν ἰσοπύθιον, τὸν δὲ γυ[μνικὸν (καὶ ἱππικὸν) ἰσολύμπιον].
[εἶμεν δὲ] κ̣α̣[ὶ] τοῖς νικεόντοις τῶν Αἰτωλῶν τὰς τιμὰς καὶ τὰ λοιπὰ πάντα τὰ ἐν τ[οὺς νόμους περί τε τῶν]
[Πυθίων κ]αὶ Ὀλυμπίων {τὰ} κατακεχωρισμένα καὶ καθάπερ ὁ βασιλεὺς Εὐμένης ἀνα[δεικνύει] τὸ τέμ[ενος]
[τᾶς Ἀθά]νας τᾶς Νικαφόρου τὸ ποτὶ Περγάμωι ἄσυλον, καθώς κα ὁρίξῃ, συναποδεδέχθαι τοὺς Αἰτω[λοὺς]
[ἄσυλον] εἶμεν αὐτὸ τὰ ἀπ’ Αἰτωλῶν καὶ τῶν ἐν Αἰτωλίαι κατοικεόντων καὶ μηθένα ἄγειν μηδὲ ῥυσ[ιάζειν]
20 [μηθαμὰ ἐ]ντὸς τῶν ὁρίων· εἰ δέ τίς κα ἄγῃ ἢ ῥυσιάξῃ ἢ ἀποβιάξαιτο ἢ διεγγυάσῃ, ὑπόδικον εἶμεν ἐν τοῖ[ς]
[συνέδρ]οις τῶι ἀδικηθέντι καὶ ἄλλωι τῶι θέλοντι ἐν ταῖς ἐκ ποτιστάσιος δίκαις. ἀποστέλλειν δ[ὲ]
[θεωρ]οὺς ἐν Πέργαμον, ἐπε[ί] κα ἁ θυσία καθήκηι τᾶι Ἀθάναι τᾶι Νικαφόρωι· τᾶς δὲ ἐκπονπᾶς ἐπι-
[με]λεῖσθαι τὸν στραταγὸν ἀεὶ τὸν ἔναρχον. τοῖς δὲ θεωροῖς τοῖς ἐπαγγελλόντοις τοὺς ἀγ[ῶνας]
[τῶν Ν]ικαφορίων καταστᾶσαι τὰς πόλεις ἑκάστας θεωροδόκους τῶν ἰδίων πολιτᾶν καὶ ἀνενε-
25 [γκεῖ]ν τοὺς ἄρχοντας τοὺς ἀπὸ τᾶν πολίων τῶι στραταγ̣[ῶ]ι Προξένωι ἐν τὰ Πύθια· διδόμεν δ[ὲ]
[ἐκέχει]ρον καὶ ξένια, ὅσα καὶ τοῖς τὰ Ὀλύμπια ἐπαγγελλόντοις θεωροῖς δίδοντι. ὅπως δὲ καὶ ἐ[ν]
[τοὺς ν]όμους καταχωρισθῇ ἅ τε ἀποδοχὰ τῶν ἀγώνων καὶ τοῦ ἱεροῦ ἁ ἀσυλία καὶ ἁ τῶν θ[ε]ωροδ[όκων]
[κατάστ]ασις καὶ τὰ ἄλλα τὰ ἐν τῶι ψαφίσματι κατακεχωρισμένα, ἐπιμέλειαν ποιήσασθαι τὸν στρατα[γὸν]
[Πρόξενον] καὶ τοὺς ἄλλους ἄρχοντας. ἐπαινέσαι δὲ καὶ τοὺς θε[ωρ]οὺς Πέρσαν Δ[ιο]νυσίου Συρακόσιον,
30 [Θεόλυτον] Ἀρίστωνος Αἰγινάταν, Κτήσιππον Δαματρίου Περγαμηνὸν καὶ εἶμεν αὐτοὺς προξένους
[καὶ εὐεργέτ]ας τῶν Αἰτωλῶν. ἔγγυος τᾶν προξενιᾶ[ν ὁ γ]ρμματ]εύς. ἀναγράψαι δὲ καὶ τὸ ψάφισ[μα]
[τόδε ἐν στ]άλαις λιθίναις δύο καὶ ἀναθέμεν τὰν μίαν ἐν Θέρμο[ν], τὰν δὲ ἐν Δελφούς· τὸ δὲ γενόμεν[ον]
[ἀνάλωμα] δόμεν τὸν ταμίαν τᾶς κωλ[․․․]κ[․]λ[․]ι[․]ρι[․]ε[․․․․]σ[․․․․]α̣ται δὲ τὸν γραμματῆ τῶν
[— — — —13-14— — —]ίαν.
Search Help
Contact Us